Orationes 22
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
272.p5
272.p5
ἐθαύμασεν; οὔτε γὰρ ἐξεπλάγη πρὸς τὴν συμφορὰν, παραμυθίαν τε οὐκ ἐζήτησεν, οὐδʼ ἀνέμεινε καλλίω τῆς παρὰ τῶν βασιλέων ἅμα ἔργῳ καὶ λόγῳ γιγνομένης. ὥστε ὁ τοῦ πένθους αὐτῷ καιρὸς ἑορτή τις ἐγεγόνει.
272.p6
272.p6
καὶ μὴν τά γʼ ἐπὶ τούτοις ἡμεῖς μὲν ἀκοῇ γιγνώσκομεν, σὺ δʼ ὁρῶν κἂν ἑτέροις αὐτὸς ἐξηγοῖο. ἔοικε γὰρ οὐ πόρρω πεπραγέναι τοῦ μυθολογήματος ἡ πόλις τοῦ περὶ τὸν ἀρχηγέτην αὐτῇ λεχθέντος. οἶσθʼ ὅτι φασὶν οἱ ποιηταὶ τὸν Πέλοπα κατὰ μέλη τμηθέντα ἑψηθέντα ἐν λέβητι συντεθῆναι πάλιν ἐξ ἀρχῆς ἐκ τοῦ λέβητος, ἐλλείποντος δὲ τοῦ ὤμου σχεῖν ἐλεφάντινον ἀντὶ τοῦ παλαιοῦ· καὶ φασὶ τὸ ἔργον Δήμητρος γενέσθαι. ὣς δὲ καὶ τῇ πόλει μετʼ ἐκεῖνον τὸν λέβητα, ὃς αὐτῇ πάντα ἐπέφλεξεν, ἡ δευτέρα σύστασις εἰς θαυμαστήν τινα ἐλήλυθε κάλλους περιουσίαν, ὥσπερ τοῦ Ποσειδῶνος ἐξεπίτηδες τῇ τριαίνῃ κινήσαντος αὐτὴν, ἵνʼ ἴδοι καλλίονα ἢ πρὸ τοῦ· οἷόν τι καὶ περὶ Θετταλίαν λέγεται φιλανθρωπεύσασθαι, τὴν διασφάγα ποιήσας τῶν Τεμπῶν ἕνεκα τῷ Πηνειῷ. καὶ γάρ τοι πρότερον μὲν οὐδʼ εἰς ἐπίνοιαν ὑπερβολῆς ἐλθεῖν ἦν, ἀλλʼ ἐδόκει παράδειγμα κάλλους ἡ πόλις εἶναι, νυνὶ δʼ ἐξηλέγχθημεν ἄρα οὐκ ὀρθῶς δοξάζοντες. τότε μὲν γὰρ τὰς ἄλλας πόλεις, νῦν δʼ αὐτὴ σχεδὸν ὡς εἰπεῖν ἑαυτὴν νενίκηκε· καί μοι δοκεῖ προσόμοιον τῇ μητροπόλει παθεῖν. μνησθήσομαι δʼ εἰκόνος οὐ μυθώδους, ἀλλʼ ἀναγκαίας πιστεῦσαι. ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν. οἰκισταὶ γὰρ αὐτῆς οἱ πάσας τὰς πόλεις ὑφʼ ἑαυτοὺς ἔχοντες, οὓς οὔτε φιλανθρωπίᾳ οὔτε ἔργων ἀποδείξεσιν οὐδείς πω νενίκηκεν· ὧνπερ οἶμαι καὶ μόνων ἦν κρεῖττόν τι τῆς