Orationes 22
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
273.p7
273.p7
τότε Σμύρνης ἐξευρεῖν.
273.p8
273.p8
τοιαύτη τις ἡμῖν τῆς τύχης ἡ περὶ τὴν πόλιν γέγονε παλινῳδία. καὶ δὴ τῇ τε Ἰωνίᾳ καλῶς ὁ στέφανος σέσωσται ἥ τε Ἀσία τὸ πρόσχημα κεκόμισται. παράδειγμα δὲ τῶν ἀνελπίστων τὰ τῆς πόλεως γέγονε πράγματα, ὡς οὔτʼ ἐξ οὐρίων θέουσιν οὐδὲν ἀπώμοτον οὔτε λυθείσης τῆς νεὼς ἀνέλπιστον τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι. Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι· καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλʼ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον. καὶ μὴν οὐ πλάνης γε ὁ Μέλης οὐδʼ οἷος ἀποφοιτᾶν, ἀλλʼ ἔοικεν ἐραστῇ τινι τῆς πόλεως οὐ τολμῶντι μακροτέραν ἀπογίγνεσθαι, ἅτε, οἶμαι, ἄσβεστον μὲν αὐτῆς τὸν ἔρωτα, ἄσβεστον δὲ τὴν φυλακὴν ἔχων. ὥστε αὐτόθεν ὁρμηθεὶς αὐτοῦ καὶ παύεται, παρατείνας κώλῳ τινὶ τῆς πόλεως ἑαυτόν. ταυτὶ μὲν οὖν ὥσπερ οἱ νυμφόληπτοι δυνάμει τινὶ τῶν Νυμφῶν αὐτῶν ἔοικα προσμελῳδῆσαι περὶ τὸν Μέλητα, οὐχ οὕτω προθέμενος. ἔδει δὲ ἴσως καὶ τοῖς παισὶν ὥσπερ ἄλλην τινὰ μοῖραν τοῦ λόγου σωθῆναι. τιθείη δʼ ἄν τις καὶ τοῦτʼ εἰς ἀγαθὸν σύμβολον σέ τε ἡμῖν ἐπὶ τὰς πόλεις ἥκειν καὶ τὴν περίοδον οὕτω συμβαίνειν, ὥστε σὲ τὴν πατρῴαν ἀρχὴν ἀκριβῶς ἀνανεώσασθαι ταῖς περὶ τὴν Σμύρναν διατριβαῖς. τῆς γὰρ πόλεως ὁ καιρὸς πολὺς, νικῴη δὲ τὰ τῆς ἀγαθῆς τύχης πανταχῆ.