Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 23
Aristides, Aelius23 274 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
274.p2
274.p2
πρᾶξιν δέ τινα αὐτοῦ μίαν ἀπολαβοῦσα, οἶμαι, διηγεῖται πρὸς τὸν Τηλέμαχον καὶ Μενέλεων· κἀγὼ πάντα μὲν οὐκ ἂν εἴποιμι τὰ τοῦ σωτῆρος ἀγωνίσματα, ὅσων ἀπέλαυσα εἰς τήνδε τὴν ἡμέραν. καὶ οὐκέτʼ ἐνταῦθα τὸ τοῦ Ὁμήρου προσθήσω, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν· μικρὸν γὰρ τοῦτό γε. ἀλλʼ οὐδʼ ἂν εἰ πᾶσαν ὑπερβαλοίμην τὴν ἐν ἀνθρώποις δύναμίν τε καὶ φωνὴν καὶ γνώμην, οὐκ ἄν ποτε οὐδʼ ἐγγὺς αὐτῶν ἀφικοίμην. ἀλλὰ καὶ ὅσοι πώποτε τῶν φίλων ἐδεήθησαν ἢ προὔτρεψαν εἰπεῖν καὶ συγγράψαι περὶ αὐτῶν, οὐδενὶ πώποτε ἐπείσθην, φεύγων τὸ ἀδύνατον. ἐδόκει γάρ μοι παραπλήσιον εἶναι ὥσπερ ἂν εἰ διὰ παντὸς τοῦ πελάγους ὕφαλος διεξελθὼν εἶτʼ ἠναγκαζόμην ἀποδιδόναι λόγον πόσοις τισὶ τοῖς πᾶσι ῥοθίοις ἐνέτυχον καὶ ποίας τινὸς τῆς θαλάττης παρʼ ἕκαστον αὐτῶν ἐπειρώμην καὶ τί τὸ σῶζον ἦν. ἑκάστη γὰρ τῶν ἡμετέρων ἡμερῶν, ὡσαύτως δὲ νυκτῶν, ἔχει συγγραφὴν, εἴ τις παρὼν, ἢ τὰ συμπίπτοντα ἀπογράφειν ἐβούλετο, ἢ τὴν τοῦ θεοῦ πρόνοιαν διηγεῖσθαι, ὧν τὰ μὲν ἐκ τοῦ φανεροῦ παρὼν, τὰ δὲ τῇ πομπῇ τῶν ἐνυπνίων ἐνεδείκνυτο, ὅσα γε δὴ καὶ ὕπνου λαχεῖν ἐξῆν· σπάνιον δʼ ἦν ὑπὸ τῶν περὶ τὸ σῶμα τρικυμιῶν. ταῦτʼ οὖν ἐνθυμούμενος ἐγνώκειν παρέχειν ὡς ἀληθῶς ὥσπερ ἰατρῷ τῷ θεῷ σιγῇ ποιεῖν ὅ τι βούλεται. νῦν δὲ ὡς ἔσχε τὸ τοῦ ἤτρου δηλῶσαι πρὸς ὑμᾶς βούλομαι. λογιοῦμαι δὲ ἕκαστα πρὸς ἡμέραν. ἦν μὲν γὰρ Ποσειδεὼν μὴν, ἴστε οἵου χειμῶνος· ἔκαμνε δὲ ὁ στόμαχος τὰς νύκτας καὶ ἀγρυπνίαι ἦσαν ὑπερφυεῖς, ὥστε οὐδὲ τὰ βραχύτατα πέττειν ἦν. αἰτία δʼ οὐχ ἥκιστα ἡ συνέχεια τῶν χειμώνων, ἣν οὐδὲ κέραμος οὐδεὶς ἐνέγκαι ἐλέγετο· ἐπεὶ καὶ ὁ ἱδρὼς ἔστη πάντα τοῦτον τὸν χρόνον, πλὴν ὅσα λουμένῳ. δωδεκάτῃ δὲ τοῦ μηνὸς ἀλουσίαν προστάττει ὁ θεὸς καὶ τῇ ὑστεραίᾳ τὸ αὐτὸ τοῦτο καὶ τῇ μετʼ ἐκείνην. ταύτας τρεῖς ἡμέρας ἑξῆς διήγαγον παντελῶς ἀνιδρωτὶ νύκτα καὶ ἡμέραν, ὥστε μηδὲ χιτωνίσκου δεῆσαι μεταλαβεῖν, καὶ οὔπω

Intertext edge

Open linked passage

Note