Orationes 23
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
276.p5
276.p5
καὶ προϊόντος τοῦ λόγου μνησθῆναι ὅσα δὴ καὶ περὶ τὸ ἱερὸν τυγχάνοι κεκινημένα. καὶ ἅμα ταῦτα λέγοντες εἰσῄειμεν εἴσω. ὡς δὲ ἐγενόμεθα οὗ ἡ ἀγαθὴ τύχη καὶ ὁ ἀγαθὸς δαίμων ἐπιστάντες, ἔτι διελεγόμεθα. καί τινα τῶν ὑπηρετῶν ἰδὼν τῶν περὶ τὸ ἱερὸν ἠρόμην ὅπου ὁ ἱερεὺς εἴη. ὁ δʼ ἔφη, ἐξόπισθε τοῦ νεώ· καὶ γὰρ εἶναι περὶ λύχνους ἤδη τοὺς ἱεροὺς, τάς τε δὴ κλεῖς ἀνακομίζειν τὸν νεωκόρον· καὶ τυχεῖν ἐν τούτῳ κλεισθὲν τὸ ἱερὸν, οὕτω μέντοι ὥστε καὶ συγκεκλεισμένου εἴσοδόν τέ τινα λείπεσθαι καὶ τὰ ἔνδον ὁρᾶσθαι. προσῆλθόν τε δὴ ταῖς θύραις καὶ ὁρῶ ἄγαλμα ἕτερον ἀντὶ τοῦ παλαιοῦ κατηφές. θαυμάζοντι δέ μοι καὶ ζητοῦντι τὸ ἀρχαῖον οὗ εἴη, προσφέρει τις, καὶ οὐδʼ αὐτὸ πάνυ ἔδοξα γνωρίσαι, προσεκύνησα δʼ οὖν σπουδῇ.
276.p6
276.p6
μετὰ δὲ ταῦτα περιελθόντες ἐντυγχάνομεν τῷ ἱερεῖ καὶ ἠρχόμην ἐγὼ πρὸς αὐτὸν λόγου τοιοῦδε· ἐμοὶ καὶ ἐν Σμύρνῃ ὀνείρατα ἐγίγνετο διαλεχθῆναί σοι περὶ τοῦ ἱεροῦ, καὶ νομίσας τὸ πρᾶγμα μεῖζον εἶναι ἢ κατʼ ἐμὲ ἐσιώπησα· καὶ νῦν ἔναγχός μοι περὶ αὐτῶν τούτων γεγένηται. καὶ ἅμα ἐν νῷ εἶχον λέγειν περὶ τοῦ τὸ ἕδος εἰς τὴν ἀρχαίαν χώραν καταστῆσαι. περιπατοῦντος δέ μου ἀποπίπτει τὸ διάβαθρον τοῦ ἑτέρου ποδὸς, καὶ ὁ ἱερεὺς ἀνελόμενος προσφέρει. κἀγὼ τῆς μὲν τιμῆς ἕνεκα ἥσθην, βουλόμενος δὲ αὐτὸν οἷον ἀμείβεσθαι καὶ δεξιοῦσθαι κύψας λαμβάνω. κἀν τούτῳ ταῦρός τις ἐπῄει μοι κατʼ αὐτὰς τὰς ἀκοὰς τοῦ θεοῦ. κἀγὼ ἐδεδοίκειν τε καί πως ἐπειρώμην φυλάττεσθαι. ὁ δʼ ἄλλο μὲν οὐδὲν ἔδρασεν, ὑπὸ δὲ τὸ γόνυ τὸ δεξιὸν ἐνέθλασεν. ὁ δὲ Θεόδοτος σμίλην τινὰ λαβὼν ἀνεκάθαρεν· ὥστε ἔμελλον πρὸς αὐτὸν ἐρεῖν ὅτι σὺ αὐτὸ ἐποίησας ἕλκος. ταῦτʼ ἦν τὰ φανθέντα καὶ ἐνταῦθα ἔληξεν ὁ φόβος καὶ ἐγένετο ὑπὸ τὸ γόνυ τὸ δεξιὸν ἑλκύδιον ἄνθρακι ἐοικὸς, καὶ ἐδόκει ἀγαθὸν εἶναι πρὸς τὰ ἄνω. δεκάτῃ δʼ ὑστέρᾳ ἐδόκουν ἐσθῆτα ἔχειν ἱερέως καὶ αὐτὸν παρόντα ὁρᾶν τὸν ἱερέα· ἐδόκουν δὲ καὶ τῶν ἐπιτηδείων