Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 23
Aristides, Aelius23 277 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
277.p7
277.p7
τινὰ ὑποχωλεύοντα ἰδὼν ἐκ τῶν περὶ τὴν ἕδραν φάναι πρὸς αὐτὸν ὅτι ταῦτα ἡσυχία θεραπεύοι. ἐπετάχθη καὶ ἔμετος διὰ πολλῶν· καὶ ἦν αὕτη πέμπτη ἀλουσιῶν ἑξῆς. ἄξιον δὲ καὶ τὸ πάρεργον τῶν ὀνειράτων εἰπεῖν. ἐδόκουν γὰρ ὡς ἐπὶ τῇ εἰωθυίᾳ μελέτῃ τῶν λόγων Δημοσθένη τινὰ μεταχειρίζεσθαι καὶ λέγειν δὴ πρὸς τοὺς Ἀθηναίους ὡς ἐκεῖνος ὤν· ὑμεῖς μὲν οὖν διὰ τοῦ κήρυκος ἐρωτᾶτε τίς ἀγορεύειν βούλεται, ἐγὼ δὲ ὑμᾶς ἡδέως ἂν ἐροίμην τίς ὑμῶν βούλεται πράττειν. ἡ κωμῳδία γε τὸ λοιπόν ἐστιν, ἔλεγον δὲ ἀναφέρων εἰς τοὺς Τελμισσέας τοῦ Ἀριστοφάνους ὡς ἐκεῖ λόγῳ τις ἠγωνίζετο, ἔργῳ δὲ οὔ. ἐνάτῃ δὲ ἐδόκουν ὡς ἐν Σμύρνῃ περὶ ἑσπέραν προσιέναι τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν τῷ γυμνασίῳ, προσιέναι δὲ μετὰ Ζήνωνος, καὶ εἶναι τὸν νεὼν μείζω τε καὶ ἐπειληφότα τῆς στοᾶς ὅσον ἐστὶ τὸ ἐστρωμένον. ἅμα δὲ καὶ ὡς περὶ προνάου τούτου διενοούμην. προσευχομένου δέ μου καὶ ἀνακαλοῦντος τὸν θεὸν ὁ Ζήνων οὐδὲν ἔφη προσηνέστερον, λέγων δὴ καὶ αὐτὸς τὸν θεὸν, καταφυγήν τε καὶ τοιαῦτα ὠνόμαζε. περιεσκόπουν δὲ, ὡς ἐν τῷ προνάῳ δὴ τούτῳ, ἀνδριάντα ἐμαυτοῦ· καὶ τότε μέν γε ὡς ἐμαυτοῦ ὄντα ἑώρων, πάλιν δὲ ἐδόκει μοι εἶναι αὐτοῦ τοῦ Ἀσκληπιοῦ μέγας τις καὶ καλός. ταῦτα καὶ ὡς ὄναρ μοι φανθέντα αὖθις διηγεῖσθαι πρὸς αὐτὸν τὸν Ζήνωνα· καὶ ἐδόκει σφόδρα ἔντιμον τὸ τοῦ ἀνδριάντος εἶναι. αὖθις δὲ αὖ τὸν ἀνδριάντα ἑώρων, ὡς ἐν τῇ στοᾷ τῇ προμήκει τοῦ γυμνασίου. περὶ δὲ βαλανείου τοιάδε ἔδοξα. πρῶτον μὲν ὡς μεταξὺ ἀνατριβόμενος εἰσελθεῖν εἴς τι βαλανεῖον τῶν ἰδιωτικῶν· ἔπειτα φάναι ὡς ἔλαθον ἐμαυτὸν εἰσελθὼν, ἀλούτων ἡμερῶν ἤδη. ἔπειτα ἐδόκει μοι παραθαρρύνειν Φοῖβος παρὼν, ὥστε καὶ εἰς τὸ ὕδωρ εἰσέβαινον ἀνυπόπτως ἤδη.
277.p8
277.p8
αὖθις δὲ ἐδόκουν πρὸς αὐτῷ τῷ Ἀσκληπιῷ νεανίσκον τινὰ τῶν γυμναστικῶν ἔτι ἀγένειον περὶ βαλανείων διαλέγεσθαι, τὰ μεγάλα δὴ ἐπαινοῦντα καὶ τοιαύτας τινὰς τὰς ἀπολαύσεις τοῦ βίου τιθέμενον. δείξας οὖν αὐτῷ τὴν

Intertext edge

Open linked passage

Note