Orationes 23
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
280.p12
280.p12
ὅτι δῆλον ἦν ἐξ ὧν ἀνεγίγνωσκον ὅτι οὐχὶ δεήσοι φαγεῖν. καὶ δῆτα εὐθὺς εἶχον ἐν νῷ ὡς διατελέσων ἄσιτος τὴν ἡμέραν· ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι; καὶ τὸν εἰπεῖν, ἔδει· ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν· καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δʼ οὔ· ὡς δʼ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην· τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ
280.p12
ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾁδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι
280.p12
Δία τὸν πάντων ὕπατον κλῄζω·
280.p12
καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾁσματος
280.p12
πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου
280.p12
μέλπειν τε θεοὺς ἔν τʼ εὐφροσύναις
280.p12
ἦτορ ἰαίνειν
280.p12
τοιῷδʼ ὑπὸ παιδονόμῳ.
280.p12
ὥστʼ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπʼ αὐτῶν ὧν ἀπεκόμιζον· καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατʼ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἴωθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι· καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ