Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 23
Aristides, Aelius23 282 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
282.p15
282.p15
λόγον, ἢ πλέον τῷ παρʼ ἡμῖν βασιλεῖ νέμειν, ἔπειτα οὕτως ἐφέπεσθαι τὰ πρὸς τὸν ἕτερον. εἶπον δὲ οὕτω πως. ὥστʼ, ἔφην, εἰ μὴ γεγυμνασμένος ἦν ἐν θείαις ὄψεσιν, οὐκ ἄν μοι δοκῶ ῥᾳδίως οὐδὲ πρὸς αὐτὴν τὴν πρόσοψιν ἀντισχεῖν, οὕτω μοι δοκεῖ θαυμαστή τις εἶναι καὶ κρείττων ἢ κατʼ ἄνθρωπον. ἔλεγον δὲ θείας ὄψεις, μάλιστα δὴ ἐνδεικνύμενος τὸν Ἀσκληπιὸν καὶ τὸν Σάραπιν.
282.p16
282.p16
ταυτὶ μὲν τοιαῦτα. τῶν δὲ βιβλίων τέως μὲν ἐκλέγειν ἠξίουν, ἔπειτα ἔδοξέ μοι τὸ κιβώτιον κομίζειν, καὶ ἐπʼ αὐτοῖς ποιήσασθαι ἀνελέσθαι ὅ τι ἂν βούλωνται· τοῦτο γὰρ καὶ ἄλλως χάριν τινὰ ἔχειν καὶ ἅμα οὕτω μάλιστα αὐτοὺς ἐκπλῆξαι. ταῦτα καὶ ὕστερον ὡς ὀνείρατα φανθέντα πρὸς Πέλοπα κατὰ ῥῆμα ἐδόκουν διηγεῖσθαι. ὕστερον δὲ ἔδοξα λελουμένῳ μοι προσφέρεσθαι, τοτὲ μὲν ὡς ὕδωρ ψυχρὸν, τοτὲ δὲ ὡς γάλα· ἀμφιγνοεῖν οὖν καὶ λέγειν δὴ πρὸς Ζώσιμον ὅτι οὔτε διψῴην οὔτε πεινῴην. τί οὖν ἄν τις ἐσθίοι; καὶ μετὰ τοῦτο ἐκυροῦτο ἡ ἀσιτία καὶ ὁ ἱερεὺς ἐδόκει μου τὰ χείλη ἐκμυζεῖν. αὕτη μὲν ἀσιτίας, ἡ δὲ ἐπιοῦσα ἀλουσίας, ἡ δὲ ἀπʼ ἐκείνης ἀλουσίας, καὶ ἐμέτου. πέμπτῃ ἐπὶ δέκα ἐδόκουν τὸν ἡγεμόνα ἐπιστέλλοντά μοι τὴν πρόρρησιν οὕτω ποιήσασθαι· Ἀριστείδῃ τῷ ἱερεῖ χαίρειν· καὶ ἦν ἀλουσίας καὶ αὕτη. τῇ δὲ ἐπιούσῃ κάδους τινὰς ἔδει καταχέασθαι· ἔπειτα ἀλουσία. ὀγδόῃ ἐπὶ δέκα ἐδόκει μοι Μητρόδωρος ὁ ποιητὴς ἀγωνίζεσθαι ἐν Σμύρνῃ τὸν τῶν ποιητῶν ἀγῶνα, ὅσπερ καὶ ἦν σχεδὸν κατʼ αὐτὴν τὴν ἡμέραν· πρὶν δʼ εἰσιέναι, λαλεῖν μοι περί τινων καὶ ἅμα ἐσθίειν φύλλα πράσων καὶ ὠὸν μετʼ ἄρτου, καὶ μέρος τι τοῦ ὠοῦ ἐγκαταλιπεῖν. κἀγὼ μέντοι πρὸς αὐτὸν εἰπεῖν ἐπισχὼν ὀλίγα, ὅπως καὶ ἀγωνίσῃ. ἐγένετο δὲ ὁ λόγος καὶ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Περγάμῳ καὶ τοῦ φρέατος, οἷον μέν τι εἴη αὐτὸν προσελθόντα πιεῖν, οἷον δὲ ἕτερον πίνοντα ἰδεῖν, οἷον δὲ αὐτὸ ἰδεῖν. ταῦτά τε οὕτως ἐδόκουν διαλέγεσθαι καὶ τυγχάνειν ἀκηκοὼς ὡς εἰ γενοίμην ἐν χερσὶ τοῦ θεοῦ, ἐλπίδες εἶεν. καί πως ἅμα τούτοις ἑστάναι μὲν ὡς οἴκοι ἐν τῷ προθύρῳ, ναρκῶντος

Intertext edge

Open linked passage

Note