Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 23
Aristides, Aelius23 283 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
283.p17
283.p17
δέ μοι τοῦ ποδὸς παρελθεῖν εἰς τὸν οἶκον τὸν μέγαν. καί τινα ἐπελθεῖν τῶν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Ὀλυμπίου, διεξιέναι δὲ πρὸς αὐτὸν, ὡς ὀνειράτων μοι γεγονότων παρὰ τοῦ θεοῦ, καὶ κελεύειν ὑπηρετῆσαι. ὁ δὲ καὶ αὐτὸς ἔφη γεγενῆσθαι ὄναρ αὑτῷ, λαβόντα σκέλος χοίρειον ἐγκοιμίσαι ἐν Ἀσκληπιοῦ, σκευάσαντα ὥσπερ ἐγὼ εἴωθα χρῆσθαι. μετὰ δὲ τοῦτο ὡς ἐν Περγάμῳ ἐδόκουν στέφανον πέμπειν τῷ θεῷ τῶν μακρῶν, οἵ εἰσιν οὓς ἰδίᾳ τῷ Ἀσκληπιῷ κομίζουσι, προστάξας τῷ ἀποκομίζοντι—εἶναι δʼ αὐτὸν Ἀγαθίωνα—ἐπαναφέρειν μοι παρὰ τοῦ νεωκόρου ἕτερον. ὡς δʼ ἐπανήνεγκε, παραθέσθαι αὐτὸν ὡς ἔτυχον κατακείμενος ἐκ δεξιᾶς. ἐπὶ δὲ τούτοις ἔδοξα εἶναι μὲν ὅπου δὴ, ἀναστὰς δὲ ζητεῖν τὴν τροφόν· τὴν δὲ κατʼ ἀντίθυρον οἰκεῖν μου· καί τινα ἀποκρίνασθαι ὡς ἐναντιωμάτων τινῶν αὐτῇ γεγονότων, πρίν γε δὴ καὶ κατιδεῖν αὐτήν τε προσάγουσαν τὴν τροφὸν καὶ τὴν σύντροφον τὴν Καλλιτύχην ἑπομένην. φέρειν δὲ τὴν τροφὸν τὸ μὲν πρῶτον εἴκασα ὡς μῆλα, ἔπειτα ἦν ὠὰ ἑφθὰ τρία περιγεγλυμμένα, ὥσπερ μέλλοντος ἤδη ἐσθίειν. κομίζουσα δὲ ἔφη οἷα δὴ τὰ ἀπὸ ἀγροικίας. κἀγὼ ἐθαύμασά τε καὶ εἶπον ὅτι κατὰ θεὸν ἥκοι τὰ ὠά· ἐκέλευσε γὰρ, ἔφην, ὁ θεὸς τήμερον ὠῷ χρήσασθαι καὶ φυλλίοις καὶ παραθέσθαι στέφανον παρὰ τοῦ θεοῦ. ἐποίησα ταῦτα. ὁ δὲ στέφανος ἦν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς Ἀσκληπιοῦ. ἀλουσία δὲ καὶ διὰ πολλῶν ἐδηλοῦτο.
283.p18
283.p18
ἐνάτῃ ἐπὶ δέκα ἐδόκουν ἐν τοῖς βασιλείοις διατρίβειν, τὴν δʼ ἐπιμέλειαν καὶ τιμὴν τῶν αὐτοκρατόρων εἰς ἐμὲ θαυμαστὴν καὶ ἀνυπέρβλητον εἶναι διὰ πάντων ἑξῆς ὧν ἔπραττον. μόνῳ γὰρ ἅπαντα γίγνεσθαι ὧν οὐδὲ μικρὸν ἄλλῳ τῳ. καὶ τοῦτο μὲν δὴ ἔνδον συνδιατρίβειν τε καὶ συνοικεῖν, οὐδενὸς ἄλλου τῶν σοβαρῶν παρόντος· αὖθις δʼ αὖ περιῆγόν με ἅμα ἑαυτοῖς· ἀπιέναι δʼ αὐτοὺς ὄρυγμά τι σκεψομένους ὃ ἐτύγχανον περιβαλόμενοι τῇ πόλει, τοῦ μὴ τὸ ὕδωρ ἐμπῖπτον κακουργεῖν· οὗ δὴ καὶ τὸν χοῦν ὁρᾶν ἐκβαλλόμενον. θαυμαστὰ δὴ καὶ παρὰ

Intertext edge

Open linked passage

Note