Orationes 23
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
284.p19
284.p19
τὴν πορείαν ἐνεδείκνυτό μοι. μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτʼ ἐποίει αὐτός· ἐμὲ δʼ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς· ἔπειτʼ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δʼ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου· ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν· λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφʼ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύʼ ἀνθʼ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτʼ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτʼ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι· ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου.
284.p20
284.p20
ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς