Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 23
Aristides, Aelius23 286 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
286.p22
286.p22
παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην· τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι· τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα. καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν. κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα. ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον. ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι.
286.p23
286.p23
ταῦτα δὴ ἐφάνθη τὰ ὀνείρατα, ἰατροῦ τε ἥκοντος καὶ παρεσκευασμένου βοηθεῖν ὅσα ἐπενόει. ὡς δὲ ἤκουσε τῶν ὀνειράτων, αὐτός τε ὑπεχώρει νοῦν ἔχων τῷ θεῷ καὶ ἡμεῖς ἐγνωρίζομεν τὸν ἀληθινὸν καὶ προσήκοντα ἡμῖν ἰατρὸν, καὶ ἐποιοῦμεν ἃ ἐπέταξε. νὺξ εὔφορος ἤδη παντελῶς καὶ πάντα ἀνώδυνα. ὕστερον δὲ στέαρ τε χήνειον ἔδωκεν, ἐπὶ τῷ νεωκόρου Ἀσκληπιακοῦ σχήματι, καὶ ἐπερέσθαι τὸν θεὸν, ᾧ τὴν ἀγορὰν ἐν τῷ Μυσίῳ πεδίῳ ποιοῦσιν· εἴσεσθαι γὰρ παρʼ ἐκείνου περὶ ὧν ἂν δέωμαι. καὶ ὁ θεὸς ἀνεῖλε μηδὲν ἔσεσθαι δυσχερές. τὸ μὲν οὖν τῶν ἀλουσιῶν τί τις ἂν λέγοι; ἤδη γὰρ καὶ πέντε ἐτῶν συνεχῶς ἐγένοντό μοι καὶ προσέτι μηνῶν, ὅσα γε μὴ χειμῶνος ὥρᾳ θαλάττῃ ἢ ποταμοῖς ἢ φρέασιν ἐκέλευσε χρήσασθαι. ὡς δʼ αὕτως καὶ τὸ τῆς καθάρσεως τῆς ἄνω σχεδὸν εἰς δύο ἔτη συνέβη καὶ δύο μῆνας ἑξῆς, ὁμοῦ καὶ κλύσμασι καὶ φλεβοτομίαις, ὅσας οὐδείς πω ἠρίθμησε, καὶ ταῦτα ἐν ἀκαρεῖ τροφῆς καὶ ταύτης ἀναγκαστῆς. ἀλλὰ τάς γε ἀσιτίας αὐτὰς ἁπάσας καὶ τὰς ἔτι τούτων πρότερον καὶ μετὰ τοῦτο γενομένας ἡμῖν ἐν τῷ χειμῶνι τούτῳ σχεδὸν διημερεύσαμεν περὶ λόγους, γράφοντές τε καὶ λέγοντες καὶ τὰ γεγραμμένα ἐξετάζοντες· καὶ παρετείναμεν οὐκ ἔλαττον ἢ εἰς μέσας νύκτας τὰ πλείω· ἔπειτα ἐφʼ

Intertext edge

Open linked passage

Note