Orationes 23
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
290.p28
290.p28
ταῦτα μὲν οὖν οὕτως ἐγένετο. ὁ δὲ Ζώσιμος ἐμακαρίζετο ὑπὸ πάντων καὶ αὐτὸς οὐκ εἶχεν ὅστις γένηται, τῷ τε θεῷ χάριν ἔχων τῆς προνοίας καὶ τῆς διακονίας ἐμοί. καί μοι δοκεῖ καὶ πλείω βιῶναι χρόνον, εἰ μὴ διʼ ἀρετήν τινα ἑαυτοῦ. πυθόμενος γὰρ τῶν οἰκετῶν τινα τῶν ἐμῶν καὶ μάλα τῶν χρησίμων κάμνειν ᾤχετο ἀπιὼν χειμῶνος ὥρᾳ, σταδίους τετταράκοντα, ὡς ἐπισκεψόμενός τε καὶ βοηθήσων ὅ τι οἷός τε εἴη· ἦν γὰρ δὴ καὶ τὴν τέχνην ἀγαθὸς τὴν ἰατρικήν. ἐκπεσὼν δὲ τοῦ ὀχήματος ἐν χιόνι πολλῇ καὶ κρυμῷ καὶ παθὼν πολλὰ καὶ δεινὰ, ἀπιών τε καὶ ἐπανιὼν ἐμπίπτει τὸ δεύτερον εἰς νόσον δεινὴν καὶ χαλεπήν· ὥστʼ οὐδʼ αὐτὸς ἐτόλμα κατʼ ἀρχὰς οὐδὲν τῶν συμβεβηκότων αὑτῷ δηλῶσαι πρὸς ἐμέ. ἐγώ τε ὡς ᾐσθόμην, οὐχὶ προσῄειν, ὀργιζόμενος ὅτι οὐκ ἔπεισε. τῆς γὰρ νυκτὸς τῆς παρελθούσης ἐγεγόνει μοι ὄψις ὀνείρατος τοιαύτη· ἐδόκει μοι λέγειν ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, Ζώσιμον δὲ ἔδει ἀναλαμβάνειν ἑαυτὸν, ἕως ἔξεστιν. ἐγὼ οὖν ἐπὶ τούτῳ τῷ ὀνείρατι οὐκ εἴων αὐτὸν κινεῖσθαι, ὅθʼ ἡ περὶ τοῦ οἰκέτου ἦλθεν ἀγγελία. ὁ δʼ ἀπειθήσας ᾤχετο, ἐκ δὲ τούτου ἡ τελευτὴ ἐγένετο αὐτῷ. οὕτως ὅσον τε ἐπεβίω χάρις ἦν τοῦ θεοῦ, ὡς ἀληθῶς φυλάξαντος αὐτόν μοι, καὶ ἐτελεύτα παρὰ τὰ φανθέντα κινηθείς· καὶ τὰ κατʼ ἀρχὰς ὑπὸ τοῦ θεοῦ δειχθέντα, ὅτε αὐτοῦ λαβόμενος τῆς κεφαλῆς ἱκέτευον, εἰς τοῦτο ἐτελεύτησε. τὴν τοίνυν τροφὸν τὴν ἀρχαίαν, ἧς οὐδέν μοι φίλτερον, Φιλουμένη ἦν ὄνομα αὐτῇ, μυριάκις μὲν ἔσωσε παρʼ ἐλπίδας, κειμένην δέ ποτε ἀνέστησεν ἐκπέμψας ἐμὲ ἀπὸ Περγάμου, προειπὼν ὅτι καὶ τὴν τροφὸν ἐλαφροτέραν ποιήσοιμι. καὶ ἅμα λαμβάνω τινὰ ἐπιστολὴν πρὸ ποδῶν κειμένην τοῦ Διὸς Ἀσκληπιοῦ, σύμβολον ποιούμενος· εὗρον οὖν μόνον οὐ διαρρήδην ἕκαστα ἐγγεγραμμένα. ὥστε ἐξῄειν ὑπερχαίρων καὶ καταλαμβάνω τὴν τροφὸν τοσοῦτον ἀντέχουσαν ὅσον αἰσθέσθαι προσιόντος. ὡς δʼ ᾔσθετο, ἀνέκραγε τε καὶ ἀνειστήκει οὐκ εἰς μακράν.