Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 291 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
291.p1
291.p1
φέρε δὴ καὶ τῶν ἀνωτέρω μνημονεύσωμεν, ἐάν τι δυνώμεθα· ὧν τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν ἡμῖν ἐπῄει γράφειν, ἀπιστίᾳ τοῦ μὴ περιέσεσθαι· ἔπειτα καὶ τὸ σῶμα οὕτως ἔχον οὐκ εἴα σχολάζειν τούτοις. χρόνου δὲ αὖ προελθόντος ἕν τι τῶν ἀδυνάτων εἶναι ἐδόκει καὶ μνημονεῦσαι ἕκαστα καὶ διʼ ἀκριβείας εἰπεῖν· κρεῖττον οὖν εἶναι σιωπᾶν ὅλως ἢ λυμήνασθαι τοσούτοις ἔργοις. καὶ πολλαί μοι παραιτήσεις ἐγίγνοντο ὑπὲρ τούτων καὶ πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς ἐπιτηδείους τοὺς ἀεὶ δεομένους εἰπεῖν καὶ ποιῆσαι περὶ αὐτῶν. νυνὶ δὲ τοσούτοις ἔτεσι καὶ χρόνοις ὕστερον ὄψεις ὀνειράτων ἀναγκάζουσιν ἡμᾶς ἄγειν αὐτά πως εἰς μέσον. καίτοι τοσοῦτόν γε ἔχω λέγειν, ὅτι εὐθὺς ἐξ ἀρχῆς προεῖπεν ὁ θεὸς ἀπογράφειν τὰ ὀνείρατα· καὶ τοῦτʼ ἦν τῶν ἐπιταγμάτων πρῶτον. ἐγὼ δὲ τῶν μὲν ὀνειράτων τὴν ἀπογραφὴν ἐποιούμην, ὁπότε μὴ δυναίμην αὐτοχειρίᾳ, ὑπαγορεύων· οὐ μέντοι προσετίθην οὔτʼ ἐν οἷς ὄντι προσεγίγνετο ἕκαστα οὔθʼ ὁποῖʼ ἄττʼ ἀπέβαινεν ἐξ αὐτῶν, ἀλλʼ ἤρκει μοι ὥσπερ ἀφοσιοῦσθαι πρὸς τὸν θεὸν, ἅμα μὲν διὰ τὴν ἀδυναμίαν, ὥσπερ ἔφην, τοῦ σώματος, ἅμα δὲ οὐκ ἄν ποτε ἤλπισα εἰς τοσοῦτον προβήσεσθαι προνοίας τὸν θεόν· ἡ δʼ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ. ἔτι δὲ καὶ τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν, ὥσπερ δακνόμενος καὶ τὰ λοιπὰ προϊέμην, τὰ μὲν ὡς ἂν ἑκών τις, τὰ δὲ ὡς ἄκων· ἑτέρας δὲ ὁδοὺς χαρίτων εὕρισκον πρὸς τὸν θεόν· ἐπεὶ μυριάδας γε ἐπῶν οὐκ ἔλαττον ἢ τριάκοντα ἡγοῦμαι τῆς ἀπογραφῆς εἶναι, ἀλλʼ οὔτʼ ἐπελθεῖν δή που ῥᾴδιον αὐτὰς οὔτʼ ἐφαρμόττειν ἑκάστοις ὅπως εἶχε τὰ τῶν χρόνων· πρός τε τούτοις ἔστιν ἃ καὶ διεφορήθη ἐν τῇ παντοδαπῇ φθορᾷ καὶ ἀκρασίᾳ τῶν κατʼ οἶκον περὶ τοὺς χρόνους τούτους. ὑπόλοιπον οὖν ἐστι κεφάλαια λέγειν, ἄλλα ἄλλοθεν

Intertext edge

Open linked passage

Note