Orationes 24
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
292.p2
292.p2
ἀναμιμνησκόμενον, ὅπως ἂν ὁ θεὸς ἄγῃ τε καὶ κινῇ· καλοῦμεν δʼ αὐτὸν καὶ πρὸς αὐτὰ ταῦτα, ὥσπερ πρὸς ἅπαντα. πάντως δʼ ἐστὶ πρὸς ἅπαντα κλητὸς, εἰ δή τις θεῶν.
292.p3
292.p3
ἐπειδὴ γὰρ ἐκομίσθην ἀπὸ τῆς Ἰταλίας, πολλὰ καὶ παντοῖα συνειλοχὼς τῷ σώματι ἀπὸ τῶν συνεχῶν καμάτων τε καὶ χειμώνων, οἷς ἐχρησάμην ἀπιὼν διὰ Θρᾴκης καὶ Μακεδονίας, ἔτι κάμνων ἐξελθὼν οἴκοθεν, ἦν τοῖς ἰατροῖς ἀπορία πολλὴ μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλʼ οὐδὲ γνωρίσαι ὅ τι εἴη τὸ σύμπαν. χαλεπώτατον δʼ ἁπάντων καὶ ἀπορώτατον ὅτι τοῦ πνεύματος ἀπεκεκλείμην, καὶ μετὰ πολλῆς τῆς πραγματείας καὶ ἀπιστίας μόλις ἄν ποτε ἀνέπνευσα βιαίως καὶ ἀγαπητῶς, πνιγμοί τε παρηκολούθουν συνεχεῖς ἐν τῷ τραχήλῳ καὶ τὰ νεῦρα ἐπεφρίκει καὶ σκέπης ἔδει πλείονος ἢ φέρειν δυναίμην· χωρὶς δʼ ἕτερα ἀμύθητα ἠνώχλει. ἐδόκει δὴ χρῆναι τοῖς ὕδασι χρήσασθαι τοῖς θερμοῖς, εἴ τι δυναίμην γενέσθαι ῥᾴων, ἢ τὸν ἀέρα μᾶλλόν πως ἀνασχέσθαι· καὶ γὰρ ἦν ἤδη χειμῶνος ὥρα, ἀπέχει δὲ τῆς πόλεως οὐ πολύ. ἐνταῦθα πρῶτον ὁ σωτὴρ χρηματίζειν ἤρξατο. ἀνυπόδητόν τε γὰρ προελθεῖν ἐπέταξε καὶ ἐβόων δὴ ἐν τῷ ὀνείρατι ὡς ἂν ὕπαρ τε καὶ ἐπʼ ὀνείρατι τετελεσμένῳ, μέγας ὁ Ἀσκληπιὸς, τετέλεσται τὸ πρόσταγμα. ταῦθʼ ἅμα προϊὼν ἐδόκουν βοᾶν. μετὰ ταῦτα κλῆσις καὶ ἄφιξις ἀπὸ Σμύρνης εἰς Πέργαμον μετὰ τῆς ἀγαθῆς τύχης. τὰ δʼ ἐντεῦθεν ἔστι μὲν οὐ κατʼ ἄνθρωπον διηγήσασθαι, ἐγχειρητέον δὲ, ὥσπερ ὑπεθέμην, ἐξ ἐπιδρομῆς ἔνια αὐτῶν διελθεῖν. εἰ δέ τις τὰ ἀκριβέστατα γνῶναι βουλήσεται τῶν γεγενημένων ἡμῖν παρὰ τοῦ θεοῦ, ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν καὶ τὰ ὀνείρατα αὐτά. καὶ γὰρ ἰάματα παντὸς εἴδους καὶ διαλόγους τινὰς εὑρήσει καὶ λόγους ἐν μήκει καὶ φάσματα παντοῖα καὶ προρρήσεις ἁπάσας καὶ χρησμῳδίας περὶ παντοδαπῶν πραγμάτων, τὰς μὲν καταλογάδην, τὰς δὲ ἐν μέτροις γεγονυίας, καὶ χαρίτων πάντʼ ἄξια τῷ θεῷ μειζόνων ἤ τις ἂν εἰκάσαι. νῦν δὲ ἐνθένδε ποθὲν ἀρξώμεθα, ὡς ἐπειδὴ ἐγενόμεθα ἐν τῷ ἱερῷ, τῇ πρώτῃ τῶν νυκτῶν φανεὶς ὁ θεὸς τῷ τροφεῖ μου ἐν τῷ Σαλβίου τοῦ νῦν ὑπάτου σχήματι—ὅστις δὲ ὁ Σάλβιος οὔπω τότε γε