Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 293 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
293.p4
293.p4
ᾔδειμεν· ὁ δʼ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατʼ ἐκεῖνον τὸν χρόνον—ἔφη δʼ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι. ταῦτα μὲν εἰς τοσοῦτον. μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δʼ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ· ἔδει δʼ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν· ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.
293.p5
293.p5
πόθεν οὖν τις ἄρξηται, πολλῶν τε καὶ παντοίων ὄντων, καὶ ἅμα οὐκ ἐν μνήμῃ πάντων, πλήν γε δὴ τῆς χάριτος τῆς ὑπὲρ αὐτῶν; ἔπεμψέ με εἰς Χίον φήσας πέμπειν καθάρσεως ἕνεκα. ἀπῄειμεν οὖν τὴν ἐπὶ Σμύρνης, καὶ μάλα ἐν ἀηδίᾳ ποιούμενοι καὶ νομίζοντες ἄνευ προστάτου γίγνεσθαι καὶ ὡς ἀληθῶς ἐφʼ ἡμῶν αὐτῶν πλεῖν, ἐπειδὴ τοῦ ἱεροῦ ἐγιγνόμεθα ἔξω. ὃν μὲν οὖν τρόπον ἅπαντες ἐξεπλάγησαν ἐν τῇ Σμύρνῃ, ὡς εἶδον φανέντα παρʼ ἐλπίδας αὐτοῖς, τί τις ἂν λέγοι; ὡς δʼ ἐγενόμεθα ἐν Κλαζομεναῖς, ἐδόκει χρῆναι περαιώσασθαι εὐθὺ Φωκαίας. καὶ ἐπειδὴ ἦμεν περὶ τὰς νήσους, Δρυμοῦσαν καὶ Πήλην, αὔρα τις εὔρου ὑπήρχετο καὶ περαιτέρω προϊόντων εὖρος ἤδη λαμπρὸς, καὶ τέλος ἐξερράγη πνεῦμα ἐξαίσιον. καὶ τὸ πλοῖον ἐκ πρῴρας ἀρθὲν ἐπὶ πρύμναν ὤκλασε καὶ μικροῦ κατέδυ· ἔπειτα ἐπεκλύζετο ἔνθεν καὶ ἔνθεν· ἔπειτα ἀπεστράφη ἔξω πρὸς τὸ πέλαγος. ἱδρὼς δὲ καὶ θόρυβος ναυτῶν καὶ βοαὶ πᾶσαι τῶν ἐμπλεόντων, συνέπλεον γὰρ δὴ καὶ τῶν ἐπιτηδείων τινές· ἐμοὶ δὲ τοσοῦτον ἤρκεσεν εἰπεῖν, ὦ Ἀσκληπιέ. πολλὰ δὲ καὶ παντοῖα κινδυνεύσαντες καὶ τέλος περὶ αὐτὴν τὴν καταγωγὴν μυριάκις ἀνατραπέντες καὶ ἀπωσθέντες καὶ πολλὴν ἀγωνίαν τοῖς ὁρῶσι παρασχόντες διεσώθημεν ἀγαπητῶς καὶ μόλις. ἐπεὶ δὲ νὺξ ἧκε, τήν τε κάθαρσιν ὁ θεὸς κελεύει ποιεῖσθαι, σημήνας ἀφʼ ὧν. καὶ ἐγένετο μέντοι οὐδὲν ἐλάττων ἢ ὑπὸ

Intertext edge

Open linked passage

Note