Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 294 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
294.p6
294.p6
ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων. καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη· καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν· ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα. ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι. καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπʼ ἀληθινῷ τῷ κινδύνῳ γενόμενον. οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν. ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις. μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς. καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος—ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδʼ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ—πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρʼ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει. καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος· ἦν δὲ οὔπω· σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν. καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα. τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφʼ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι. ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν. ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι. ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος

Intertext edge

Open linked passage

Note