Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 300 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
300.p15
300.p15
ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός. κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης. ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου. ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος. ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι. ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν· οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ. καὶ ἔστιν ἃ μέμνημαι τοιάδε. ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι. δεῖν οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν· καὶ ἄλλα τοιουτότροπα ἤκουσα. οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος. καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς. καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί· πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου. ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος. τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα. οὕτω τόν τε ἄχρι

Intertext edge

Open linked passage

Note