Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 301 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
301.p16
301.p16
τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἷον ἀντίδοσις αὕτη συνέβη.
301.p17
301.p17
καὶ τὰ μὲν τῆς προρρήσεως τῆς περὶ τῶν ἐτῶν καὶ τῆς ὕστερον ἀσθενείας εἰς τοῦτο συμβάσης καὶ τῶν περὶ ταῦτα ἐπιφανειῶν οὕτως ἔσχεν. ἁρμόττοι δʼ ἂν ἴσως περὶ τῶν λουτρῶν ἤδη λέγειν, οἷς διήγαγεν ἡμᾶς, ἐπειδὴ καὶ τὸ ἐξ ἀρχῆς ἅμα τῇ προρρήσει τὸ λουτρὸν ἐπέταξε τὸ ἐν τῷ ποταμῷ. ἦσαν οἱ κατάρροι καὶ ἡ περὶ τὴν ὑπερώαν ἀπορία καὶ πάντα πάχνης ἦν πλέα καὶ πυρὸς, καὶ ἡ τοῦ στομάχου κάκωσις ἤκμαζε καὶ ἄλλα πολλὰ καὶ παντοῖα, καὶ κατεκεκλείμην θέρους ὥρᾳ. καὶ ἐγίγνετο ταῦτα ἐν Περγάμῳ ἐν τῷ τοῦ νεωκόρου τοῦ Ἀσκληπιακοῦ. πρῶτον μὲν οὖν ἐπέταξεν αἷμα ἀφελεῖν ἀπʼ ἀγκῶνος καὶ προσέθηκεν, ὅσα ἐγὼ μέμνημαι, λίτρας εἴκοσι καὶ ἑκατόν· τὸ δʼ ἦν ἄρα δηλοῦν ὡς οὐκ ὀλίγων δεήσοι τῶν φλεβοτομιῶν, ἐφάνη δʼ ἐκ τῶν ὕστερον. οἵ τε γὰρ νεωκόροι ἐν τούτῳ ὄντες ἡλικίας καὶ πάντες οἱ περὶ τὸν θεὸν θεραπευταὶ καὶ τάξεις ἔχοντες ὡμολόγουν ἀεὶ δή ποτε μηδένα πω τῶν πάντων συνειδέναι τοσαῦτα τμηθέντα, πλήν γε Ἰσχύρωνος, εἶναι δʼ ἐν τοῖς παράδοξον τό γʼ ἐκείνου, ἀλλὰ καὶ ὣς ὑπερβάλλειν τὸ καθʼ ἡμᾶς ἄνευ τῶν ἄλλων παραδόξων, ἃ προσῆν ταῖς φλεβοτομίαις, οἷόν περ οὖν καὶ τότε εὐθέως συνέβη. μιᾷ μὲν γὰρ, οἶμαι, ὕστερον ἡμέρᾳ ἢ δυοῖν γε ἐκέλευσε πάλιν ἐκ τοῦ μετώπου ἀφελεῖν, καί τινι τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς παρεδρεύοντι καὶ αὐτῷ ταυτὸν τοῦτο ἐκέλευσεν, ἐπισημηνάμενος ὅτι καὶ Ἀριστείδῃ προστέτακται—Σηδᾶτος ὄνομα αὐτῷ, βέλτιστος ἀνδρῶν, ὃς ἐμοὶ ταῦτα αὐτὸς διηγεῖτο—ἐν μέσῳ δὲ τούτων τῶν φλεβοτομιῶν προστάττει μοι τὸ λουτρὸν τὸ ἐν τῷ Καΐκῳ, καὶ ἔδει τὰ ἔρια ἀπορρίψαντα ὁδοιπορεῖν καὶ λοῦσθαι· ὄψεσθαι δὲ καὶ ἵππον λούμενον καὶ τὸν νεωκόρον ἑστῶτα ἐπὶ τῆς ὄχθης τὸν Ἀσκληπιακόν. ταῦτα προείρητο καὶ ταῦτα ἐγίγνετο. ἔτι μὲν προσιὼν τῷ ποταμῷ τὸν ἵππον ὁρῶ λούμενον. λουμένου δέ μου παρῆν ὁ νεωκόρος καὶ ἑστὼς ἐπὶ τῆς ὄχθης ἑώρα. ἡ δὲ ἐπὶ τούτῳ κουφότης καὶ ἀναψυχὴ θεῷ μὲν καὶ μάλα ῥᾳδία γνῶναι,

Intertext edge

Open linked passage

Note