Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 303 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
303.p20
303.p20
Ἀσκληπιὸν ὁρμοῦν ἐπὶ τῷ στόματι τοῦ λιμένος, καθʼ ὃ ῥῖψαι δεῖν ἑαυτὸν, καὶ φωνάς τινας τῶν ναυτῶν καὶ ἕτερα ἃ οὐ μέμνημαι πάνθʼ ἑξῆς τοῖς μεθʼ ἡμέραν ἀποβᾶσιν ὁμολογήσαντα. ὡς οὖν κατήλθομεν εἰς τὴν Ἐλαίαν, παρῆμεν ἔξω πρὸς τὸν λιμένα, καὶ εὐθὺς μὲν τὸ πλοῖον εὑρίσκετο, Ἀσκληπιὸς ὄνομα, εὐθὺς δʼ ἐβόων οἱ ναῦται τὸν θεὸν, ὡς εἶδον τὰ γιγνόμενα. ἦν δὲ ἀπαρκτίας λαμπρὸς, ὥστʼ ἐκβὰς ἐδεήθην σκέπης. πάλιν οὖν τῆς ἐπιούσης νυκτὸς κελεύει τῇ μὲν θαλάττῃ κατὰ ταὐτὰ χρῆσθαι, ἐκβάντα δὲ τοῦ ὕδατος στάντα ἐναντίον τοῦ ἀνέμου οὕτω θεραπεῦσαι τὸ σῶμα. καὶ ὅτι μὲν πολλοῖς ἤδη τοιαῦτα ἐπιτέτακται σύνοιδα· ἀλλὰ πρῶτον μὲν κατʼ αὐτὸ τοῦτο θαυμαστότερον τὸ τοῦ θεοῦ, ἐπὶ πολλῶν καὶ συνεχῶς τὴν αὑτοῦ δύναμιν καὶ πρόνοιαν ἐμφανίζοντος, ἔπειτα εἴ τις ἅπαν τὸ ἡμέτερον ἐνθυμηθείη. καίτοι τίς οἷός τʼ ἂν εἴη λογισμῷ λαβεῖν ἐν οἷς ἡμεῖς ἦμεν τότε; ἴσασι δὲ οἱ ἐφʼ ἑκάστων παρόντες, τοῦτο μὲν ὡς τὰ τοῦ χρωτὸς εἶχε, τοῦτο δὲ ὡς τἄνδοθεν. ἔτι δὲ ῥεῦμα ἐκ τῆς κεφαλῆς ὅσαι καὶ ἡμέραι καὶ νύκτες φερόμενον καὶ κλυδώνιον ἐν τῷ στήθει καὶ πνεῦμα ἀντανιὸν πρὸς τὸ ῥεῦμα ἄνω καὶ συνισχόμενον ἐν τῷ τραχήλῳ, καὶ πιμπρὰν, καὶ τοσαύτην ἀεὶ τοῦ θανάτου τὴν προσδοκίαν, ὥστε μηδʼ οἰκέτην καλέσαι θαρρεῖν, ἀλλὰ νομίζειν μάτην ἂν καλεῖν, φθῆναι γὰρ ἂν τὸ χρῆμα περανθέν. πρὸς δὲ τούτοις ὤτων καὶ ὀδόντων παντοῖα συμπτώματα καὶ τάσιν ἐν κύκλῳ τῶν φλεβῶν καὶ τροφὴν ἄπορον μὲν κατέχειν, ἄπορον δὲ ἐμεῖν· ὅ τι γὰρ καὶ μικρὸν ψαύσειε τῆς φάρυγγος ἢ τῆς ὑπερώας, ἔκλειε τὸν πόρον, κᾆτα ἀναλαβεῖν οὐκ ἦν. ὀδύνη δὲ εἰς ἐγκέφαλον διάπυρος καὶ προσβολαὶ πᾶσαι, κἀν ταῖς νυξὶν ἀμηχανία κατακλίσεως, ἀλλʼ ἔδει μετεωρίσαντα αὑτὸν καρτερεῖν προκεκυφότα, τὴν κεφαλὴν ἔχοντα πρὸς τοῖς γόνασι. τούτοις δʼ, οἶμαι, τοιούτοις οὖσι καὶ ἑτέροις μυρίοις ἀναγκαίως εἵπετο ἐρίοις τε κατειλίχθαι καὶ ἑτέροις σκεπάσμασι· καὶ κάθειρξις ἦν ἀκριβὴς, συγκεκλειμένων πάντων, ὥστε ἡμέρα μὲν νύκτα ἠδύνατο, αἱ

Intertext edge

Open linked passage

Note