Orationes 24
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
304.p21
304.p21
δὲ νύκτες ἀνθʼ ἡμερῶν ἦσαν ἄγρυπνοι.
304.p21
τίς κεν ἐκεῖνα
304.p21
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
304.p21
οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ. ἀλλʼ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφʼ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ
304.p21
συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.
304.p22
304.p22
πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη. τὸ δʼ ἐστὶ μὲν πέρα ἢ κατʼ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν. ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δʼ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ. καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθʼ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν. μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες· Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστʼ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου· πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε· καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἢ ἐκ Διὸς ἔξω ῥέον· καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος. οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους. ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον. ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δʼ ᾗ καὶ χειρούμενον. ἐκ δὴ τούτων ἁπάντων ἡ νόσος ᾔρετο. καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθʼ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος. τροφῆς δὲ