Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 306 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
306.p24
306.p24
τῆς Σικελίας προσηνέχθημεν. ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω. τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος. ὡς δʼ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλʼ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις. τὰ δʼ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπʼ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδʼ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο. παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ. τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν. καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ. καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος. καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως. καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου. τοσοῦτον δʼ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν. καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην. ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί. καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.

Intertext edge

Open linked passage

Note