Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 307 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
307.p25
307.p25
νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα· ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων. ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν· καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε ἑσπέριοι δʼ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν. ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει. καὶ μικροῦ πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες διʼ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν. κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δʼ ἂν μὴ δοκοίην ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος. παθὼν δʼ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον. ἀλλʼ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω· καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι. τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν, ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως; φέρε δὴ πάλιν τῶν παρʼ αὐτοῦ μνημονεύσωμεν. ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν. ἀπώκνησα οὖν· ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών. τοιούτων δʼ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν. παρέσχον

Intertext edge

Open linked passage

Note