Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 24
Aristides, Aelius24 309 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
309.p28
309.p28
διὰ παντὸς τοῦ ἱεροῦ κατακλίσεις, ἐν ὑπαίθρῳ τε καὶ ὅπου τύχοι, καὶ οὐχ ἥκιστα δὴ ἡ ἐν τῇ ὁδῷ τοῦ νεὼ ὑπʼ αὐτὴν τὴν ἱερὰν λαμπάδα τῆς θεοῦ γενομένη. ἐφόρεσα δὲ καὶ ἱμάτιον χιτωνίσκου χωρὶς, οὐκ οἶδʼ ὁπόσας τινὰς ἡμέρας. καὶ μὴν ὅσα αὖ ποταμοῖς, πηγαῖς, ἢ καὶ θαλάττῃ προσέταξε χρήσασθαι, ἢ πρότερον τούτων ἢ ὕστερον, τὰ μὲν πρὸς Ἐλαίᾳ, τὰ δὲ Σμύρνῃ, καὶ ἐν οἷστισι τοῖς καιροῖς ἕκαστα αὐτῶν, ἀμύθητα ἂν εἴη λέγειν. ἀλλʼ ὅτʼ ἔναγχος εἰς τὴν Ἔφεσον ἀπέστειλε κατὰ τοὺς λόγους, ὕσθημεν καὶ παρὰ τὴν ὁδὸν πολλῷ, τῇ τρίτῃ τῶν ἡμερῶν, τὴν γὰρ δευτέραν αὐτὸς ἐπέσχε, καὶ συνέβη τὸ ὕδωρ εὐθὺς τότε γίγνεσθαι. σχεδὸν δὲ οὐκ εἰς ἐκείνην ἔφερε μόνον τὰ φανθέντα, ἀλλὰ καὶ εἰς τὴν ἐπιοῦσαν, κἀγὼ προὔλεγον ταῦτα τοῖς σὺν ἐμαυτῷ. οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι, ἄλλως τε καὶ τὴν σπουδὴν ὁρῶντες τῶν ἀνθρώπων ὡς εἶχον πρὸς ἡμᾶς. εἰσὶ γὰρ οἱ βαδίζοντες εἰς Πέργαμον τῶν θεωριῶν ἕνεκα, καὶ ὡς εἶδον ἡμᾶς, ἀνέστρεψαν εἰς τὴν Ἔφεσον δρόμῳ. καὶ ταῦτα μὲν οὕτως εἶχεν. ὑσθέντος δέ μου καὶ ἀγωνιῶντος οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπειδὴ ἐν τῇ Ἐφέσῳ ἐγενόμην, ἐπιτάττει ψυχρὸν λουτρὸν, καὶ ἐλουσάμην ἐν τῷ γυμνασίῳ τῷ πρὸς τῷ Κορεσσῷ. οἱ δʼ ὁρῶντες οὐχ ἧττον τὸ λουτρὸν ἢ τοὺς λόγους ἐθαύμαζον· τὰ δʼ ἀμφότερʼ ἦν παρὰ τοῦ θεοῦ.

Intertext edge

Open linked passage

Note