Orationes 25
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
310.p2
310.p2
πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλʼ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δʼ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλʼ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντʼ ἄλλου τραύματος. καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν. καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλʼ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι
310.p2
πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθʼ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφʼ οὗ καθήμην πεπτωκότος, εἰπεῖν ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι. τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν· τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον· ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπʼ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν· ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου. καὶ τοῦτο μὲν οὕτως. ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν· οἱ δʼ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστον
310.p2
πολλοὺς δʼ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
310.p2
ἀστραφέεσσι πύλῃσιν ἐπʼ αὐτῇσιν βεβαῶτας
310.p2
Ἀΐδεω.
310.p2
ταῦτα δʼ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ. θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ.
310.p3
310.p3
καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν. ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδʼ ἂν εἷς ᾠήθη διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες. ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις. ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον