Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 25
Aristides, Aelius25 311 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
311.p4
311.p4
πάλιν ἀπεσώθην καὶ τίνʼ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων. ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ. τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε. αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι. τὰ δʼ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστʼ οὐδʼ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν. καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν. οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα· ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει. ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτʼ ἐκείνως ποιεῖν, ἀλλʼ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων· τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλʼ ἐφύλαττον λαβών· τὸ δʼ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας. ὡς δʼ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλʼ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι. ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν. ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει· πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ. εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλʼ ἐδόκει ψυχρότερον εἶναι·

Intertext edge

Open linked passage

Note