Orationes 25
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
319.p17
319.p17
τὴν πόλιν κληθῆναι. ἔπειθʼ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών.
319.p18
319.p18
τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται. ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλʼ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν. καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος ἕνεκα· οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν. οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς προσκυνήσας δίδωσιν. ὅ τι δʼ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν. παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατʼ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον. διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο. ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας. ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δʼ ἤστην μόνω. προσελθοῦσι δʼ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τʼ εἴη πωλῆσαι· προειρῆσθαι γὰρ αὐτῷ ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ· πάντως δʼ ἥξειν καὶ θύσειν. ὡς δʼ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι· καὶ ταῦτα ἐπʼ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ. ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν. ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς. γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλʼ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τινʼ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπʼ αὐτό πως