Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 25
Aristides, Aelius25 320 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
320.p19
320.p19
τὸ ὁρίζηλον, οἷον λύματʼ ἀφαιρῶν καὶ καθαίρων, καὶ μεταβάλλων εἰς τὸ προσῆκον. ὥστε καὶ ὕστερον ὄψις μοι γίγνεται παρὰ τῶν χθονίων θεῶν, εἰ τὸ σφόδρα τοῦτο λυπεῖσθαι ἐπὶ τοῖς τελευτῶσιν ἀνίην, συνοίσειν μοι ἐπὶ τὸ βέλτιον. πολὺ δέ τι τούτων φρικωδέστερον εἶχε τὰ χρόνῳ ὕστερον φανθέντα, ἐν οἷς αἵ τε δὴ κλίμακες ἦσαν αἱ τὸ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς ἀφορίζουσαι, καὶ τὸ ἑκατέρωθι κράτος τοῦ θεοῦ, καὶ ἕτερα ἔκπληξιν θαυμαστὴν φέροντα, καὶ οὐδὲ ῥητὰ ἴσως εἰς ἅπαντας, ὥστε ἀσμένῳ μοι φανῆναι σύμβολα τοῦ Ἀσκληπιοῦ. κεφάλαιον δʼ ἦν περὶ τῆς τοῦ θεοῦ δυνάμεως ὅτι καὶ χωρὶς ὀχημάτων καὶ χωρὶς σωμάτων ὁ Σάραπις οἷός τʼ εἴη κομίζειν ἀνθρώπους ὅπη βούλοιτο. τοιαῦτα ἦν τὰ τῆς τελετῆς· καὶ ἀνέστην οὐ ῥᾴδιος γνωρίσαι καὶ πρὸς τούτοις θυσία τις ἐδηλοῦτο, ὀφειλομένη μὲν Διὶ καὶ πρόρρησιν μένουσα, ἀποδοθεῖσα δὲ ὡς τοῦ Σαράπιδος οὖσα, ἀπεδόθη δὲ καὶ ὡς τῷ Διὶ, ἔχω δὲ λέγειν κἀν ταῖς ἱεραῖς ἡμέραις, ἃς ἡ πόλις ἡ τῶν Ἀλεξανδρέων ποιεῖ τῷ θεῷ, πολλὰ δὴ πολλάκις αὐτὸν ἐπισημήναντα, καὶ κατʼ αὐτὴν ἑκάστην, καὶ προσαγαγούσης ἔτι. εἰ δὲ δεῖ τι καὶ φοβερώτερον διηγήσασθαι, ἐτεθύκειν τῇ Ἴσιδι καὶ τῷ Σαράπιδι ἐν τῷ τῆς Ἴσιδος ἱερῷ, λέγω τοῦτο ἐν Σμύρνῃ γενόμενον. ἐξιόντι δέ μοι τὰ προπύλαια προσερρύησαν χῆνες δύο τῶν ἱερῶν, καὶ παρελθόντες εἰς τὸ πρόσθεν ἡγοῦντο οὕτως ἀκριβῶς κατʼ αὐτὸ ὃ βαίνειν ἔμελλον ὥστε ἐπίδηλον εἶναί μοι. κἀγὼ νῷ τε ἔλαβον τὸ πρᾶγμα καὶ πρὸς τοὺς φίλους καὶ τοὺς παραπέμποντας, ἰδοὺ καὶ οἵδε, ἔφην, παραπέμπουσιν ἐν τῷ τῶν φίλων δὴ χορῷ· καὶ ἅμα ἔλεγον περὶ τῆς τοῦ θεοῦ γοργότητος καὶ δυνάμεως πόση τις εἴη καὶ κατὰ φήμας καὶ κατὰ συμβόλους, καὶ ὅτι πολλάκις ἤδη μοι ἐπὶ τῆς εὐχῆς ἦλθεν ἡ ἀπόκρισις· καὶ νῦν, ἔφην, ἡγεμόνας τινὰς ἡμῖν τῆς ὁδοῦ τούσδε ἀπέσταλκε. τοιαυτὶ διελεγόμεθα καὶ ἅμα ἐτηροῦμεν τί ἄρα δράσουσιν· ἄπιμέν τε δὴ τοῦ ἱεροῦ, οὐκ οἶδʼ ὁπόσον τι, κἀγὼ τοῖς φίλοις ἐνδεικνύμενος προσπαίζω τοὺς χῆνας καὶ λέγω, ἱκανῶς ὑμῖν, ὦ οὗτοι, λελειτούργηται, πορεύεσθε. οὐκ ἔφθην εἰπεῖν, καὶ οἱ μεταστραφέντες ἀπῄεσαν.

Intertext edge

Open linked passage

Note