Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 26
Aristides, Aelius26 327 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
327.p10
327.p10
καὶ μὴν τό γε πλεῖστον καὶ πλείστου ἄξιον τῆς ἀσκήσεως ἡ τῶν ἐνυπνίων ἦν ἔφοδος καὶ ὁμιλία. πολλὰ μὲν γὰρ ἤκουσα νικῶντα καθαρότητι καὶ λαμπρῶς ἐπέκεινα τῶν παραδειγμάτων, πολλὰ δʼ αὐτὸς λέγειν ἐδόκουν κρείττω τῆς συνηθείας καὶ ἃ οὐδεπώποτε ἐνεθυμήθην· ὧν ὅσα γε ἐμνήσθην ἐν ταῖς ἀπογραφαῖς τῶν ὀνειράτων ἔστησα, ἐν οἷς ὅ τε ὑπὲρ τοῦ δρόμου λόγος λεχθείς ἐστιν, ὅτε ἐκέλευε χρῆσθαι δρόμῳ, καὶ πολλὰ ἕτερά ἐστι. καὶ ἐν τοῖς βιβλίοις ἐνέσπαρται τοῖς ἡμετέροις Ἀθηνᾶς τε ἐγκώμιον καὶ Διονύσου καὶ ἑτέροις ὡς ἕκαστόν που συμβαίνοι. πολλὰ δὲ καὶ προβλήματα ἀφίκετο καὶ ὅπως χρὴ τὸ σύμπαν μεταχειρίσασθαι παρεδείχθη, χωρὶς τῶν εἰς μνήμην διʼ ἀκριβείας ἐλθόντων ῥημάτων. ἦν δέ τις καὶ οὗτος τρόπος, φέρων εἰς ἐπίδοσιν, ὁ τῆς ἀδήλου παρασκευῆς· ἔδει γὰρ ἀναστῆναι κεκεντρωμένον εἰς λόγους καὶ παρεσκευασμένον ἐκ νυκτὸς, ὥσπερ ὅταν ἀθλητὴς προγυμνάσηται τὰ ἑωθινά. ἧκε δέ ποτε καὶ τοιοῦτον ἐπίταγμα, πλέξαι λόγον διὰ ψιλοῦ τοῦ νοῦ, καθάπερ διὰ ῥημάτων, καί μοι δῆλον ἦν ὅτι πολύνοιαν εἰσηγοῖτο ὁ θεός. ὅτι δʼ οὖν ἡ τῶν λόγων ἕξις ἡμῖν σὺν αὐτῷ γʼ εἰρῆσθαι, εἰ τὰ μάλιστα καὶ πρόσθεν μὴ σφόδρα εὐκαταφρόνητος ἦν, ἑτέρα τις ἐξ ἑτέρας ἐγένετο αὐτοί τε σύνισμεν καὶ ὑπὸ τῶν εἰδότων γνωρίζεται. καὶ δὴ Πάρδαλός ποτε ἐκεῖνος, ὃν ἐγὼ φαίην ἂν ἄκρον τῶν ἐφʼ ἡμῶν Ἑλλήνων γενέσθαι γνῶναι λόγους, ἐτόλμησεν εἰπεῖν πρὸς ἐμὲ καὶ διισχυρίσασθαι, ἦ μὴν νομίζειν τύχης συνηθείᾳ συμβῆναί μοι τὴν νόσον, ὅπως τῷ θεῷ συγγενόμενος ἐπιδοίην ταύτην τὴν ἐπίδοσιν. ὅσα δὲ ἄλλα ἢ ʼκεῖνος εἰώθει φθέγγεσθαι κοσμῶν τοὺς ἡμετέρους λόγους, ἢ τῶν ἄλλων πρεσβυτῶν οἱ βέλτιστοι καὶ γνωριμώτατοι κατʼ ἐκείνους τοὺς χρόνους, ἔξω τῆς τε ὑποθέσεως καὶ ἅμα τῆς γνώμης τῆς ἐμῆς λέγειν ἐστίν. ἀλλʼ ὄναρ εἰπεῖν βούλομαι. ἐν χωρίῳ μὲν ἐδόκουν εἶναι οὗπερ ἐτράφην, παρεῖναι δὲ Ῥουφῖνον, οὗ τὰ μεγάλα ἀναθήματα καὶ νεὼς ὁ πολυειδής· καὶ δῆτα τά τε ἄλλα χαίρειν αὐτόν μοι διαφερόντως καὶ φάναι εἰς τὸ μέσον ποῦ νῦν ἂν ἦν εἰ περιῆν ὁ δεῖνα ὁ μελετητής. οὕτω γὰρ εἰπεῖν

Intertext edge

Open linked passage

Note