Orationes 26
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
329.p13
329.p13
ἀποδοῦναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ τε καὶ σωτῆρι, ἐπειδήπερ ἐνταῦθʼ ἥκομεν τοῦ λόγου. ὡς γὰρ ἐξέβην εἰς τὴν Δῆλον, ἀχθεσθεὶς τῷ κυβερνήτῃ, ταραχώδει τε ὄντι καὶ ὑπεναντία τοῖς ἀνέμοις πλέοντι, καὶ οἷον ἀροῦντι τὸ πέλαγος, εὐθὺς ὅρκῳ καταλαμβάνω ἦ μὴν μήτε ἐκπλεύσεσθαι δυοῖν ἡμερῶν, ἀλλʼ εἰ φίλον αὐτῷ, πλείτω, ἔφην, ἐφʼ αὑτοῦ. κἀγὼ μὲν τῷ θεῷ θύσας καὶ διατρίψας ὅσον οἷός τʼ ἦν περὶ τὸ ἱερὸν, εἰσελθὼν εἰς τὸ δωμάτιον καὶ προειπὼν τοῖς οἰκέταις, ἂν ἀφίκηταί τις ἐκ πλοίου, χαίρειν κελεύειν, ἀνεπαυόμην ἐν τῷ λιμένι τῶν Δηλίων. οἱ δʼ ἧκον οἴνῳ βεβαρηότες οἱ ναῦται περὶ πρῶτον ὕπνον σχεδὸν, καὶ προστάντες ἔκοπτον τὴν θύραν, καὶ ἐκέλευον ἐξιέναι καὶ χρῆσθαι πλῷ· καὶ γὰρ εἶναι θαυμαστὸν οἷον. ἀποκριναμένων δὲ τῶν παίδων ὅτι ληροῖεν καὶ οὐδʼ ἂν εἴ τι γίγνοιτο κινησοίμην, ἀπιόντες ᾤχοντο πρὸς ὀργὴν, ὡς δὴ μεγάλων στερόμενοι. ἀλεκτρυόνων τε ᾠδαὶ πλησίον ἦσαν, καὶ καταρρήγνυται σκηπτὸς ἐξαίσιος, καὶ ἡ θάλαττα ἠλαύνετο λαίλαπι ἀγρίᾳ καὶ πάντα ἐπεκλύζετο, καὶ τὰ πλοιάρια τὰ ἐν τῷ λιμένι τὰ μὲν εἰς τὴν γῆν ἐξέπιπτε, τὰ δʼ ἀλλήλοις ἐνέπιπτε καὶ συνετρίβετο· ἡ δʼ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται· καὶ ἐπιγίγνεται ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ λάβρον, καὶ ἐν τῇ νήσῳ θόρυβος ἦν ὥσπερ ἐν νηί. ἅμα δὲ τῇ ἕῳ παρῆσαν μὲν οἱ φίλοι σπουδῇ, οὓς ἔτυχον ἀνειληφὼς ἰδίοις τέλεσι πλέων, εὐεργέτην, σωτῆρα ὀνομάζοντες, συγχαίροντες τῆς παρὰ τῶν θεῶν προνοίας· παρῆσαν δὲ καὶ οἱ ναῦται χάριν ἤδη εἰδότες καὶ θαυμάζοντες ἐξ οἵων κακῶν ἐπικειμένων ἐσώθησαν. τὸ μὲν κέρδος τοσοῦτον καὶ ὁ μισθὸς τοῦ ᾁσματος, ὥσπερ Σιμωνίδῃ παρὰ τῶν Διοσκούρων φασὶ γενέσθαι, τὸ σωθῆναι μόνον ἀνθʼ ὧν εἰς αὐτοὺς ἐποίησε, πλὴν ὅσον ἡμεῖς γε οὐ μόνοι τότε, ἀλλὰ καὶ οἱ φίλοι μεθʼ ἡμῶν ἐσώθησαν. ἐχέτω δὲ ὁπότερά τις βούλεται εἴτε τοῦ Παιᾶνος ταύτην γενέσθαι τὴν ἐπικαρπίαν καὶ χάριν καὶ διὰ τοῦτο ὑπάρξαι σωθῆναι