Orationes 26
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
330.p14
330.p14
εἴτε τοῦτο μὲν πάντως ἂν οὕτω γενέσθαι, τὸν δὲ θεὸν προειδότα ἐφʼ ἅπασι τοῖς μέλλουσι σημῆναι τοῦτο μὲν ὡς ἐν θαλάττῃ κίνδυνοί τε συμβήσονται καὶ ἐξ αὐτῶν σωτηρίαι, τοῦτο δὲ ὡς τῶν περὶ τὸ σῶμα ἀποριῶν ἔσται παιὼν αὐτός τε καὶ τῶν αὐτοῦ παίδων ὁ πρῶτός τε καὶ πάντα παύειν εἰδὼς ὁπόσοις κάμνουσιν ἄνθρωποι.
330.p15
330.p15
λόγος δὲ ἥκει λόγῳ συνεχὴς καὶ λέγωμεν πάλιν ὡς μετὰ τῶν ἄλλων ὁ σωτὴρ Ἀσκληπιὸς καὶ τοῦτʼ ἐπέταξεν ἡμῖν, διατρίβειν ἐν ᾁσμασι καὶ μέλεσι, καὶ δὴ καὶ παίζειν τε καὶ τρέφειν παῖδας. ὅσα μὲν δὴ καὶ ἄλλα τῆς συμβουλῆς ταύτης ἀπελαύσαμεν εἰς εὐθυμίαν καὶ τὸ ἀνταρκεῖν ἀπέραντον ἂν εἴη λέγειν, τὰ δʼ ᾁσματα ᾖδον οἱ παῖδες, καὶ ὁπότε ἢ πνίγεσθαι συμβαίνοι, τοῦ τραχήλου ταθέντος ἐξαίφνης ἢ τοῦ στομάχου καταστάντος εἰς ἀπορίας, ἤ τις ἄλλη γένοιτο ἄπορος προσβολὴ, παρὼν ἂν Θεόδοτος ὁ ἰατρὸς καὶ μεμνημένος τῶν ἐνυπνίων ἐκέλευε τοὺς παῖδας ᾁδειν τῶν μελῶν, καὶ μεταξὺ ᾀδόντων λάθρα τις ἐγίγνετο ῥᾳστώνη, ἔστι δʼ ὅτε καὶ παντελῶς ἀπῄει πᾶν τὸ λυποῦν. καὶ τοῦτο δὴ τοσοῦτον κέρδος ἦν καὶ τὸ τῆς τιμῆς ἔτι τούτου μεῖζον· εὐδοκίμει γὰρ καὶ τὰ μέλη παρὰ τῷ θεῷ. ἐκέλευε δʼ οὐ μόνον εἰς ἑαυτὸν ποιεῖν, ἀλλὰ καὶ ἑτέρους ἐσήμαινεν, οἷον δὴ Πᾶνα καὶ Ἑκάτην καὶ Ἀχελῶον καὶ εἰ δή τι ἕτερον. ἧκε δὲ καὶ παρʼ Ἀθηνᾶς ὄναρ ὕμνον ἔχον τῆς θεοῦ καὶ ἀρχὴν τοιάνδε Ἵκεσθε Περγάμῳ νέοι, καὶ ἕτερον ἐκ Διονύσου, οὗ τὸ ἐπᾳδόμενον ἦν Χαῖρʼ ὦ ἄνα κισσεῦ Διόνυσε. ᾀδομένου δʼ αὐτοῦ καθʼ ὕπνον περιέρρει τὰ ὦτα καὶ ἠχὴ θαυμαστή. καὶ ἔδει τὸ γόνυ τὸ δεξιὸν κλίναντα ἱκετεύειν τε καὶ καλεῖν Λύσιον τὸν θεόν· καὶ ἔνεστι ταῦτα ἐν τοῖς ᾁσμασι. καὶ ἕτερον ἧκεν ἐξ αὐτοῦ Διὸς, ὅ τι δὲ ἦν δὴ τούτων ἢ πρῶτον ἢ ὕστερον οὐχὶ μέμνηνται, καὶ ἕτερον ἐκ Διονύσου πάλιν, οὐλοκόμην φράζον προσειπεῖν τὸν θεόν. ὤφθη δὲ καὶ ὁ Ἑρμῆς τήν τε κυνῆν ἔχων καὶ τὸ κάλλος θαυμαστὸς καὶ τὴν κίνησιν ὑπερφυής. καὶ ᾁδων αὐτὸν καὶ γανύμενος ὡς ῥᾳδίως τε καὶ τὰ προσήκοντα εἰρηκὼς ἀφυπνιζόμην. ἔδοξα δὲ καὶ περὶ τῶν ἐν Σμύρνῃ θεῶν ἀκοῦσαι τοῦ τροφέως, οἶμαι, ὡς οὐκ ὀρθῶς αὐτῶν ἐπιλελησμένος τυγχάνοιμι, εἰκὸς γὰρ εἶναι καὶ ταύταις ὕπνου ἐπιμεληθῆναι. πλεῖστα δὲ εἰς