Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 26
Aristides, Aelius26 333 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
333.p22
333.p22
εὑρεῖν ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον· καὶ τὸν μὲν ἐν τῷ ἑτέρῳ κεῖσθαι, ἐν τῷ ἑτέρῳ δὲ αὐτὸς κείσεσθαι. ἐπιστὰς δὲ καὶ προκύψας ἀπολαύειν εὐωδίας θαυμαστῆς θυωμάτων, καὶ τούτων τὰ μὲν τῆς ἐκείνου θήκης εἶναι, τὰ δὲ ἐμοὶ προσαποκεῖσθαι. χαίρειν τε οὖν καὶ συμβάλλεσθαι ὡς ἄρα ἀμφότεροι τὸ ἄκρον λάχοιμεν, ὁ μὲν τῆς ἐν τοῖς ὅπλοις δυνάμεως, ἐγὼ δὲ τῆς ἐπὶ τοῖς λόγοις. καὶ προσέτι γε κἀκεῖνο εἰσελθεῖν με, ὅτι οὗτός τε ἐν Πέλλῃ γένοιτο, πρᾶγμα τοσοῦτον, ἐπʼ ἐμοί τε οἱ τῇδε φιλοτιμήσοιντο. τοιαῦτα καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἔδοξα καὶ πρὸς ἐμαυτὸν εἰπεῖν τε καὶ συλλογίσασθαι, τὰ μὲν ὡς παρὰ τῷ Διὶ, τὰ δʼ ὡς ἐν Ἀσκληπιοῦ πρὸ τῆς οἰκίας. τὰ δʼ ἐντεῦθεν ἤδη, εἰ μὲν θέμις, εἰρήσθω καὶ γεγράφθω, εἰ δὲ μὴ, τοσοῦτον σοὶ μελήσειε, δέσποτα Ἀσκληπιὲ, ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι παντὸς δυσκόλου χωρίς. πρῶτον μὲν ὤφθη τὸ ἕδος τρεῖς κεφαλὰς ἔχον καὶ πυρὶ λαμπόμενον κύκλῳ, πλὴν τῶν κεφαλῶν· ἔπειθʼ οἱ θεραπευταὶ προσειστήκειμεν, ὥσπερ ὅταν ὁ παιὰν ᾁδηται· σχεδὸν δὲ ἐν πρώτοις ἐγώ. κἀν τούτῳ νεύει ἔξοδον ὁ θεὸς, ἔχων ἤδη τὸ ἑαυτοῦ σχῆμα ἐν ᾧπερ ἕστηκεν. οἵ τε δὴ οὖν ἄλλοι πάντες ἐξῄεσαν κἀγὼ μετεστρεφόμην ὡς ἐξιὼν, καὶ ὁ θεός μοι τῇ χειρὶ προδείκνυσι μένειν. κἀγὼ περιχαρὴς τῇ τιμῇ γενόμενος καὶ ὅσον τῶν ἄλλων προὐκρίθην ἐξεβόησα, εἷς, λέγων δὴ τὸν θεόν. καὶ ὃς ἔφη, σὺ εἶ. τοῦτο τὸ ῥῆμα ἐμοὶ, δέσποτʼ Ἀσκληπιὲ, παντὸς ἀνθρωπίνου βίου κρεῖττον, τούτου πᾶσα ἐλάττων νόσος, τούτου πᾶσα ἐλάττων χάρις, τοῦτʼ ἐμὲ καὶ δύνασθαι καὶ βούλεσθαι ζῆν ἐποίησε. καὶ ταῦτα μὲν ἡμῖν εἰρηκόσι μηδὲν ἔλαττον εἴη τῆς πρόσθεν τιμῆς παρὰ τοῦ θεοῦ.
333.p23
333.p23
λόγον δέ ποτε ἤκουσα τοιόνδε φέροντα εἰς λόγους καὶ ὁμιλίαν θείαν. ἔφη χρῆναι κινηθῆναι τὸν νοῦν ἀπὸ τοῦ καθεστηκότος, κινηθέντα δὲ συγγενέσθαι θεῷ, συγγενόμενον δὲ ὑπερέχειν ἤδη τῆς ἀνθρωπίνης ἕξεως· καὶ οὐδέτερόν γε εἶναι θαυμαστὸν, οὔτε ὑπερέχειν θεῷ συγγενόμενον οὔθʼ ὑπερσχόντα συνεῖναι θεῷ. καὶ μὴν τοὔνομά

Intertext edge

Open linked passage

Note