Orationes 26
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
334.p24
334.p24
γε ὁ Θεόδωρος οὕτως ἐπωνομάσθη μοι. προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε· καὶ Ἀσιάρχης, οἶμαι, προσῆν· δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἴη τοῦ θεοῦ δωρεά. μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται. ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων· οἱ δʼ ἀπέβαινον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν. ἐγένετο μὲν τοιοῦτός τις ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν· ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν. κἀγὼ γνωρίσας, ἔοικε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ· ὁ γὰρ Θεόδωρος ἐκεῖθέν μοι τὴν ἀρχὴν ἐγένετο. ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε δὲ οὑτωσί. ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκʼ ἦν τὸ ἐνύπνιον. ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα διʼ ἐμαυτοῦ χωρίου προσορῶν τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνατολάς. παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γεγυμνασμένον, οἷα δʼ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαίζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν, ἔχεις μοι πρὸς θεῶν εἰπεῖν—πάντως δʼ ἐσμὲν μόνοι—τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀνθρώπους. ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους. καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσέχοντα τὸν νοῦν. ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δʼ εἱπόμην. καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ· καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν. ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὥραν αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν. ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι. τοῦτο μὲν αὐτὸν