Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 26
Aristides, Aelius26 335 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
335.p25
335.p25
Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς; μὴ φαυλότερος τοῦ Κέλερος; τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν. κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ. καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην. παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν. Πλάτωνι δʼ, ἔφη, εἴκαστο.
335.p26
335.p26
τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου. ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμελείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν· σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ δεξιὸν, ἀμφοτέρους ἑώους. σχεδὸν δὲ καὶ τῶν ἄλλων παλαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς· τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον. ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν. ἐπῄει δὲ ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλʼ ἐλύθη τὸ νόσημα ἐν τούτῳ. καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος αὐτὰ ἐφʼ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον· ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος. ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός; καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί; Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ. καὶ ἅμα συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σοφιστὴς τῶν ἐφʼ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.

Intertext edge

Open linked passage

Note