Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 26
Aristides, Aelius26 336 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
336.p27
336.p27
ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφʼ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν. ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν. ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν; καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε οὐδένα ἀντεξετάσαι δέον. καὶ ταῦτʼ ἐγνώκειν εἰπὼν καταλῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ. ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται. καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυτοῦ διατριβήν. ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι— ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφʼ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπʼ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος. συνίστασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι. περὶ δὲ λόγων ἔφη ἐνσημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσεσθαι· ἔτι δʼ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπολαβὼν ὁ Κοδρᾶτος, ἀλλʼ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,

Intertext edge

Open linked passage

Note