Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 26
Aristides, Aelius26 343 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
343.p39
343.p39
τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου· τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν· καὶ ἐπειδὴ παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης· ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντʼ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων. πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετʼ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶσιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων. καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχήματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινωνεῖν. τῆς δʼ ἑτέρας ἀρχῆς, ἐφʼ ἣν αὐτὸς ἦγέ με, οὐδʼ ἐμνήσθη πρὸς ἐμὲ, οὐδʼ οὖν ἡμεῖς πρὸς ἐκεῖνον· ἀλλʼ ἐπέστειλεν ἐφʼ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντʼ ἐμοῦ καταστῆσαι.
343.p40
343.p40
εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ. καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί. οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας. ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς. ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ. μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ. καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο,

Intertext edge

Open linked passage

Note