Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 349 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
349.p4
349.p4
αἵ τε θύραι παρέσχον ψόφον. ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλʼ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον. καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν. ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα. τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν· ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δʼ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός. οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο. δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου· καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον. καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν. περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ. τότε δʼ οὖν ἡνίχʼ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα. ταῦτα δʼ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους. οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλʼ ἄττα εἰς τοῦτο φέροντα ἦν. ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον. οἷα δʼ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας. καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους

Intertext edge

Open linked passage

Note