Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 350 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
350.p5
350.p5
ἀνθρώπων, ὥστʼ οὐχ οἷόν τʼ ἦν στέγην εὑρεῖν, ἀλλʼ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη. προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι. αὐτῷ μὲν οὖν μοι ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δʼ ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύʼ ὄντες οἱ λοιποί· ὥστʼ ἠναγκάσθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στάδια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια. παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ στρώματος καθαροῦ καὶ μάλʼ ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος. ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐδένα. καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην· ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι. τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δʼ οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν. ἀλλʼ ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄειμεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύσας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαντας, τῇ δʼ ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον.
350.p6
350.p6
καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν. ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος. ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι·

Intertext edge

Open linked passage

Note