Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 351 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
351.p7
351.p7
καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον. ὥσθʼ οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δʼ ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν. μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα καὶ ἔχουσα σφαλερῶς. κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ. καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα. καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων. ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει· καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν. ἐπισχόντων δέ με κἀνταῦθα ὀνειράτων ἐπέμεινα. πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει. ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον. ὁ δʼ ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο. κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κόρης ὅτι εἴη τεθνεῶσα. εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν· ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη. ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ. Τελεσφόρος ἦν ὀρεωκόμος· οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐτόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δʼ αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν, εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή· ἃ τὸν Ἄλκιμον νύκτωρ ἀκούσαντα παρʼ αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε

Intertext edge

Open linked passage

Note