Orationes 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
356.p15
356.p15
ἀσιτία τῇ προτέρᾳ τῶν ἡμερῶν μοχθηρία τε ὕδατος· καὶ ἅμα ὑπὸ πλήθους ἐμπίδων συνέβη πρόδηλον ὂν ὡς ἀγρυπνῆσαι δεήσοι. καὶ τῆς ἐπιούσης ὡδοιπόρουν ἐξ ὄρθρου βαθέος ῥοφήματι χρησάμενος βραχεῖ. καὶ ὡς ἐπανῄειν, κατέλυσα μὲν πρὸς τοῖς ὕδασι τοῖς θερμοῖς ὑσθεὶς, προειρημένον καὶ τοῦτο, τὴν δὲ ἀσιτίαν ἀπέδωκα, ἐπειδὴ ἐπανῆλθον, ἐπιταχθεῖσαν εἰς τὴν ἐπιοῦσαν. καὶ μὴν τά γε τῆς διατριβῆς τῆς ἐν τῇ πόλει σχεδὸν ὥσπερ προείρητο οὕτως ἐχώρησεν. ἦν γὰρ τοιάδε τὰ φανθέντα· αὐτὸς δὲ καὶ ᾔτησα τὸν θεὸν σημῆναι, ἅτε καὶ δικῶν οὐσῶν καὶ τῶν φίλων δεομένων ἥκειν. ἐδόκουν ἐπιτηρεῖν προσόδου καιρὸν πρὸς τὸν βασιλέα, θύοντος δὲ αὐτοῦ τυγχάνειν κατακείμενος. ὡς δὲ πλησίον γενέσθαι τῶν χειρῶν μου ἀλεκτρυόνα ἀσπαίροντα, συλλαβεῖν τε καὶ οἰωνίσασθαι, καὶ ὡς εἶχον ἐν ταῖν χεροῖν ἄρχεσθαι τῆς προρρήσεως. ὥρμητο δέ μοι τοῦτο πᾶν ἀπὸ τοῦ Ὁμηρικοῦ, ὡς Ὀδυσσεὺς τὸ ἔκπωμα πλησάμενος προσαγορεύει τὸν Ἀχιλλέα καὶ λέγει· τὰ δὲ ῥήματα οὕτω πως εἶχεν, ἐπʼ ἀγαθῷ μὲν τῷ βασιλεῖ, ἐπʼ ἀγαθῷ δὲ καὶ ἀμφοτέροις τοῖς βασιλεῦσιν, ὣς δὲ καὶ ἡμῖν ἅπασιν. ὁ δὲ ἐθαύμασέ τε καὶ πειρώμενος τῶν λόγων ἀντὶ πάντων τε ἔφη τιμᾶσθαι χρημάτων αὐτοὺς καὶ ἐπεῖπε τούτοις τοῖς λόγοις εἰ προσῆσαν ἀκροαταὶ καὶ ὅσον πεντήκοντα, κἀγὼ ὑπολαβὼν, σοῦ γε, ἔφην, βουλομένου, βασιλεῦ, καὶ ἀκροαταὶ γενήσονται, καὶ ὅπως γʼ, ἔφην, θαυμάσῃς, ταῦτα ἃ νυνὶ λέγεις ἐμοὶ ὑπὸ τοῦ Ἀσκληπιοῦ προείρηται. καὶ ἕτοιμος ἦν αὐτῷ γεγραμμένα δεικνύναι. μετὰ ταῦτα δὲ ὁ μὲν οὐκ οἶδʼ ὅποι ἐτράπετο, ἐγὼ δʼ ἐνεθυμήθην ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς εἴη τῆς ἐπιδείξεως. ἐπὶ τούτοις ἐδόκουν βαδίζειν ἐπὶ Κυζίκου. τοιαῦτʼ ἦν τὰ κινήσαντα. ὡς τοίνυν ἐγενόμην ἐν τῇ πόλει, πολλὴ μὲν ἦν σπουδὴ τῶν ἡγεμόνων, πολλὴ δὲ τῶν ἄλλων ἀνθρώπων, ὅμως δὲ εἰς μὲν τὸ δημόσιον οὐ παρῆλθον, προσδοκώντων ὁσημέραι καὶ θαυμαστὰ ποιούντων, κατʼ οἰκίαν δὲ συνῆν τοῖς ἐπιεικεστάτοις καὶ σχεδὸν ἐξεπληροῦτο ἡ τοῦ ἐνυπνίου φήμη, ἦν γὰρ εἰς τοὺς πεντήκοντα ὁ