Orationes 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
357.p16
357.p16
σύλλογος. χρονιζομένης δὲ τῆς διατριβῆς καὶ χαίροντός μου καὶ τῷ χωρίῳ καὶ τοῖς παροῦσι πᾶσιν, ἄλλα τε δὴ ὀνείρατα γίγνεται ἀνιστάντα καὶ διαρρήδην ἐγένετο ὡς τὸ ἀνωτέρω τοῦ Ἑλλησπόντου οὐκ ἐπιτήδειον πρὸς διατριβήν. ἐπανῄειμεν οὖν· καὶ γὰρ δὴ Διὸς Ὀλυμπίου θυσία πάνδημος προσῆγε, καὶ παρεδείκνυτο πανταχόθεν ὅτι παρεῖναι δέοι καὶ θύειν. συνέβη τοίνυν καὶ τὰ τοῦ σώματος τοῦτον δὴ τὸν χρόνον ῥᾷστα καὶ φαιδρότατα σχεῖν ἐξ οὗ πρῶτον ἔκαμον. ὅσον τε γὰρ χρόνον ἦμεν ἐν τῇ Κυζίκῳ καὶ μετὰ τοῦτο ὡς ἐπανήλθομεν, ἓξ μῆνας ἑξῆς τοὺς ἅπαντας ἐρρωμενέστατα ἐμαυτοῦ διετέθην, ἐξ ἕω τε ἀνιστάμενος καὶ βαδίζων μακρὰ καὶ πολλάκις τῆς ἡμέρας, καὶ τῆς ἀρχαίας φύσεως ὅτι ἐγγυτάτω γενόμενος. καὶ δὴ καὶ τῆς συνήθους μελέτης οὐδὲν παρελείπετο, ὥστε συγχαίρειν ἅπαντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ. ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰωθότως ἰάσατο. βορέας μὲν γὰρ ὀπωρινὸς ἦν, εἶχον δὲ ἀδυνάτως κινεῖσθαι, ὥστε καὶ τὰς ἀναστάσεις ὤκνουν· ὁ δʼ ἐπιτάττει. βέλτιον δʼ ἴσως αὐτὸ τὸ ὄναρ διηγήσασθαι, καὶ γὰρ ἔναυλόν τέ ἐστι καὶ οὐκ ἀνάγκη παραλιπεῖν. ἡκέτην ἰατρὼ δύο καὶ διελεγέσθην ἐν τῷ προθύρῳ ἄλλα τέ μοι δοκεῖν καὶ περὶ ψυχροῦ λουτροῦ ἠρώτα μὲν ὁ ἕτερος, ὁ δʼ ἀπεκρίνετο, τί λέγει, ἔφη, Ἱπποκράτης; τί δʼ ἄλλο γε ἢ δραμόντα δέκα σταδίους ἐπὶ θάλατταν οὕτως ῥῖψαι;
357.p17
357.p17
ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν. μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμάσαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δʼ ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ. ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ, καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ