Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 358 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
358.p18
358.p18
συμπαραθέοντα. ἐνεθυμήθην δʼ αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν. ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπʼ ἀρίστῳ, ἀναμνησθεὶς δʼ ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κελεύειν. ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὥρας τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβήσεσθαι γὰρ εἰς τὴν ἕκτην· πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι· οὐδὲ γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπʼ αὐτοῦ γίγνεσθαι. τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως; ὅτι νὴ Δίʼ, ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων· δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώποις διαλέγεσθαι. καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον. καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι. κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλλοιμι ἔσεσθαι πρὸς λόγοις. τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγένετο. τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δʼ ἐπʼ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων. ἔτι δʼ οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλʼ ἐγκάρσιον καὶ εἰς ὄχθην. ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα ἤδη ἐπενόησα τοιόνδε. ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν. ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους. ἔπειτα καταβὰς ἔθεον τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον. ὥσθʼ ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο. λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ

Intertext edge

Open linked passage

Note