Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 360 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
360.p21
360.p21
ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ. κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου. καὶ ὁ Λούκιος τὴν μὲν εὐπορίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως. πάλιν δὲ τοῦ παιδὸς ἀμειβομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τʼ εἶ λέγειν, θαυμάσαιμʼ ἂν, εἰ ἐμοῦ γε δέοιο διδασκάλου. μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν διʼ ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος. μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπεδος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών. εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν. ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία· κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα. ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω. καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δʼ ἔμελλε παρʼ αὑτοῦ προσθήσειν ἕν. αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δʼ αὐτοῦ οὐκ οἶδʼ ὅστις εἱστήκει. καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλʼ εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ ἕδους. συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο. κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπʼ αὐτοῦ Πλάτωνος, ἀλλʼ ὕστερον, ἔφην, προὔβη

Intertext edge

Open linked passage

Note