Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 27
Aristides, Aelius27 361 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
361.p22
361.p22
δόξα. εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δʼ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι; καὶ ἔτι ταῦτα λέγων, ἀλλʼ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων.
361.p23
361.p23
τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵνʼ οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρʼ αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν. ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθʼ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δʼ οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι διʼ ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.

Intertext edge

Open linked passage

Note