Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 28
Aristides, Aelius28 362.p1 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
362.p1
362.p1
τὰ μὲν δὴ πολλὰ οὕτω διῆγεν ἡμᾶς ὁ θεὸς, σημαίνων τε ἃ χρὴ ποιεῖν καὶ ἔχων ὑπακούοντας εἴ τις καὶ ἄλλος ἀνθρώπων ὑπήκουσε θεῷ. δευτέρῳ δὲ ἔτει μετὰ τὴν ἀναχώρησιν τὴν ἀπʼ Αἰσήπου, δωδεκάτῳ δὲ ἀφʼ οὗ πρῶτον ἔκαμον, πολλὰ καὶ θαυμαστὰ ἐφοίτα φαντάσματα, ἄγοντα εἰς Ἐπίδαυρον τὴν ἱερὰν τοῦ θεοῦ. καὶ τό γε ἐν πρώτοις γενόμενον τοιοῦτον ἦν· προτρέπων μέ τις θαρρῆσαι Μουσωνίου διῄει λόγον· ἐκεῖνος, ἔφη, βουλόμενός τινα ἀναστῆσαι κάμνοντα καὶ ἀπειρηκότα οὑτωσί πως εἰπεῖν καθαπτόμενος, τί μένεις; ποῖ βλέπεις; ἢ μέχρι ἂν αὐτὸς ὁ θεὸς παραστάς σοι φωνὴν ἀφιῇ; ἔκκοψον τὸ τεθνηκὸς τῆς ψυχῆς καὶ γνώσει τὸν θεόν. τοιαῦτʼ ἔφη τὸν Μουσώνιον εἰπεῖν. καὶ πρός γε τούτοις ἦσαν φωναὶ, σῶσον αὐτὸν τῇ Ἀθηναίων πόλει· τὸ δʼ ἦν οἷον τοῖς Ἕλλησι· καὶ περὶ τῶν ἐν Ἰταλίᾳ μεγάλαι προρρήσεις.

Intertext edge

Open linked passage

Note