Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 29
Aristides, Aelius29 364 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
364.p2
364.p2
τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτʼ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότʼ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ.
364.p3
364.p3
τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν; οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδʼ ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθʼ οὕτως εἴθʼ ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλʼ ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει. εἰ μὲν γὰρ ὅλως ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δʼ ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποιοῦντες, τά γʼ ἐν μέρει ταῦτʼ ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι. ἐνθυμηθῶμεν δὲ ὡς πόλλʼ ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθʼ ἡμᾶς ἀποστῆναι. πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοινότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδʼ ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας. ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγαρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφίσασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται. ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφʼ ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε. δεῖ γὰρ δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρονεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν. καὶ μὴν οὐδʼ

Intertext edge

Open linked passage

Note