Orationes 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
367.p7
367.p7
ἡγουμένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα. εἰ δʼ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφʼ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται. μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δʼ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφʼ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή.
367.p8
367.p8
καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ