Orationes 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
368.p9
368.p9
αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα. καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ. οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν. μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν. ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν; ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας. οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλʼ εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ διʼ ἡμῶν εἶναι, καὶ ὅτι γʼ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθʼ ὑμῖν ἔδοξε.
368.p10
368.p10
καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι. εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν. ἡγοῦμαι δʼ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δʼ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν. ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν. αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις. ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω. ὁρῶντες