Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 29
Aristides, Aelius29 371 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
371.p14
371.p14
τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δʼ ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δʼ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθʼ ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δʼ εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀποδέχεσθαι τοὺς κατʼ ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδʼ ὅτι ἐκεῖνοι κατʼ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδʼ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρʼ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δʼ εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρʼ Ἐγεσταίων, ὦ Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δʼ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δʼ ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν].
371.p15
371.p15
ἀναμνησθῶμεν δʼ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅθʼ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δʼ ἐπαρθέντες ἧκον εἰς

Intertext edge

Open linked passage

Note