Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 3
Aristides, Aelius3 18 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
18.p2
18.p2
πρεσβυτέραν καὶ τρόπον τινὰ εἰωθυῖαν, τὴν δὲ νῦν ἄρξεσθαι μέλλουσαν. εἶναι γὰρ οὐδὲ εὐαγὲς ἴσως ἐμὲ πανταχοῦ τοῦ θείου μεμνημένον, καὶ σχεδὸν τῆς πλείστης μοι διατριβῆς τῶν λόγων περὶ ταῦτα οὔσης, παρεορακέναι δοκεῖν τὸν ἀπὸ τῶν λόγων ἔρανον πρὸς μόνον θεῶν τοῦτον, καὶ μηδένα εἶναι λόγον ἐπώνυμον ἐμὸν μήτε τοῦ θεοῦ μήτε αὐτοῦ τοῦ τόπου τούτου ἐν ᾧ νῦν ἐσμὲν, ἀλλʼ ὠλιγωρῆσθαι πρᾶγμα τηλικοῦτον· ὑπὲρ οὗ καλῶς ἂν ἔχειν ἴσως καὶ ἐξιλάσασθαί μοι τὸν θεὸν πρότερον καὶ ἐξευμενίσασθαι, τῶν μὲν πρότερον συγγνώμην ἔχειν, εἰ ἄρα τι παρῶπταί μοι εἰς ταῦτα, τὰ δὲ παρόντα ταῦτα εὐμενῶς προσδέξασθαι καὶ ἵλεῳ τῇ γνώμῃ καὶ τἄλλα τε ἀγαθὰ διδόναι καὶ εἰπεῖν τι οἷον χρή. κἂν ὡς ἑτέρως συμβαίνῃ, πρὸς τὴν ἐμὴν δύναμιν ὁρᾶν, καὶ μὴ πρὸς τὸ τοῦ λόγου μέγεθος ἀμύθητον ὂν, καὶ ταῦτα ὂν ἀτεχνῶς τὸ λέγειν τι περὶ τούτων καὶ ἐγχειρεῖν ὥσπερ ἂν εἴ τις ἐξαριθμεῖσθαι βούλοιτο τοὺς χόας τῆς θαλάττης. οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ τὰ μέγιστα τῶν πελαγῶν καὶ ἀνήνυτα παρέχειν ὁ θεὸς οὗτος εἴωθε πορεύσιμα, καὶ ἐνίοτέ γε καὶ ἐξ οὐρίων οἷς ἂν ἵλεως ὢν τυγχάνῃ, ἀνήχθω καὶ νῦν ἡμῖν ὁ περὶ αὐτοῦ λόγος· καὶ ἀνήφθω γε ἐξ αὐτοῦ τοῦ θεοῦ πρυμνησίου τινὰ τρόπον, ὡς ἂν εἴποι τις. ὅσα μὲν οὖν εἰς τὴν τῶν ὅλων φύσιν ἀνάγειν ἀξιοῦντες οἱ πρῶτοι ταῦτα φιλοσοφήσαντες τοὺς περὶ τοῦ θεοῦ τούτου λόγους πᾶν ὅσον ὑγρὸν ἐν τῷ παντὶ, ἤτοι μέρος ὂν τὸ μέγιστον τοῦ σύμπαντος ἢ καὶ τὸ σύμπαν αὐτὸ τοῦτο· λέγω δὲ τὴν ὑγρὰν οὐσίαν οὕτω κληθεῖσαν, καθὰ καὶ ὁ τῶν ποιητῶν λόγος μαρτυρεῖ, γένεσιν τοῦτʼ εἶναι θεῶν φάσκων, ὥς που εἴρηται ὠκεανόν τε θεῶν γένεσιν, ἐν ἑτέρῳ ὀνόματι τῷ τοῦ Ὠκεανοῦ, καὶ τροφήν τε καὶ ζωὴν ξυμπάντων ὁπόσα τε θεῖα καὶ τῆς κάτω μοίρας· καὶ διὰ τοῦτο καὶ ὅρκον τοῦτʼ εἶναι μέγιστον θεῶν ἐν ἑτέρῳ πάλιν ὀνόματι τῷ τῆς Στυγὸς ὕδατι· καὶ ὡς θεοὺς πηγὰς καὶ ποταμοὺς ἐνόμιζον οἱ πρῶτοι μεγίστους τε καὶ πρώτους,

Intertext edge

Open linked passage

Note