Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 3
Aristides, Aelius3 20 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
20.p5
20.p5
αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι. ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις; ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης. συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν. πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα. νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι. καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά. ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν. καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα οὐκ ἐπὶ καλῷ. οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας· καὶ ἔστι γε

Intertext edge

Open linked passage

Note