Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 3
Aristides, Aelius3 22 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
22.p8
22.p8
Ἑλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ. οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου. κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή. Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης· ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ. ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη· ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ. καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ. οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος. καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον. τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇ

Intertext edge

Open linked passage

Note